Textus Originalis

Ol. 98, 1 : 388 a. Chr. 339

Ol. 98, 1 : 388 a. Chr. 339

Ἐπὶ δὲ Ῥήγιον ἀναζεύξαντος αὐτοῦ, καὶ μετὰ τῆς δυνάμεως παρεσκευασμένου πολιορκεῖν διὰ τὴν περὶ τῆς ἐπιγαμίας ὕβριν, ἀγωνία πολλὴ κατεῖχε τοὺς Ῥηγίνους· οὔτε γὰρ συμμάχους οὔτε δύναμιν ἀξιόμαχον εἶχον, πρὸς δὲ τούτοις ᾔδεισαν ὅτι τῆς πόλεως ἁλούσης οὔτ᾽ ἔλεος οὔτε δέησις αὐτοῖς ἀπελείπετο. διόπερ ἔκριναν ἀποστεῖλαι πρέσβεις τοὺς δεησομένους μετρίως αὐτοῖς χρήσασϑαι καὶ παρακαλέσαι μηδὲν περὶ αὐτῶν ὑπὲρ ἄνϑρωπον βουλεύσασϑαι. ὁ δὲ Διονύσιος τριακόσια τάλαντα πραξάμενος καὶ τὰς ναῦς ἁπάσας παραλαβὼν οὔσας ἑβδομήκοντα, προσέταξεν ἑκατὸν ὁμήρους δοῦναι. δοϑέντων δὲ πάντων ἀνέζευξεν ἐπὶ Καυλωνίαν. ταύτης δὲ τοὺς μὲν ἐνοικοῦντας εἰς Συρακούσας μετῴκισε καὶ πολιτείαν δοὺς πέντε ἔτη συνεχώρησεν ἀτελεῖς εἶναι, τὴν δὲ πόλιν κατασκάψας τοῖς Λοκροῖς τὴν χώραν τῶν Καυλωνιατῶν ἐδωρήσατο. Ῥωμαῖοι δὲ Λιφοίκουαν πόλιν ἐκ τοῦ τῶν Αἰκλῶν ἔϑνους ἑλόντες, κατὰ τὰς τῶν ὑπάτων εὐχὰς μέγαν ἀγῶνα τῷ Διὶ συνετέλεσαν. Τοῦ δ᾽ ἔτους τούτου διεληλυϑότος Ἀϑήνησι μὲν ἦρχε Πυργίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν μετέλαβον χιλίαρχοι τέσσαρες, Λεύκιος Λουκρήτιος, Σερούιος Σουλπίκιος, Γάιος Αἰμίλιος [καὶ

Note a pie di pagina

1 2 δὲ πορίσαι vel δ᾽ ἐκτῖσαι conicio

2 6 ἀπελίπετο FK

3 8 παρακαλέσαι del. Bek.

4 14 ταύτης δὲ] κυριεύσας add. Wurm ἐν Συρακούσαις v, corr. Wess.

5 15 κατῴκισε FK

6 16 καταστρέψας v, corr. Eich.

7 17 τῶν Καυλωνιατῶν] τὴν Καυλωνίαν A, Καυλωσίνων H

8 18 Λιφοίκαν JK (c. 102, 4)

9 22 Πυργίων v, corr. Wess. et U. Köhler

10 24 Γάιος — Ῥοῦφος om. A καὶ Γάιος Ῥοῦφος delevi (XV 16, 1. Liv. V 32)