Textus Originalis

340 DIODOR. XIV 107. 108.

340 DIODOR. XIV 107. 108.

Γάιος Ῥοῦφος], ὀλυμπιὰς δ᾽ ἤχϑη ὀγδόη πρὸς ταῖς ἐνενήκοντα, καϑ' ἣν ἐνίκα Σώσιππος Ἀϑηναῖος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Διονύσιος ὁ τῶν Συρακοσίων δυνάστης πορευϑεὶς εἰς Ἱππώνιον μετὰ τῆς δυνάμεως, τοὺς μὲν κατοικοῦντας ἐν αὐτῇ μετῴκισεν εἰς τὰς Συρακούσας, τὴν δὲ πόλιν κατασκάψας τοῖς Λοκροῖς προσεμέρισε τὴν χώραν. κατὰ τὸ συνεχὲς γὰρ ἐφιλοτιμεῖτο τοὺς Λοκροὺς εὖ ποιεῖν διὰ τὴν συγχωρηϑεῖσαν ἐπιγαμίαν· τοὺς δὲ Ῥηγίνους ἐπεϑύμει τιμωρήσασϑαι διὰ τὴν περὶ τῆς οἰκειότητος δίκην. καϑ' ὃν γὰρ καιρὸν ἀπέστειλε πρὸς αὐτοὺς πρέσβεις ἀξιῶν αὑτῷ συγχωρηϑῆναι τῶν πολιτικῶν παρϑένων γαμῆσαι, φασὶ τοὺς Ῥηγίνους ἀποκριϑῆναι δημοσίᾳ τοῖς πρέσβεσιν, ὡς μόνην αὐτῷ συγχωρῆσαι γαμεῖν τὴν τοῦ δημίου ϑυγατέρα. διὰ τοῦτο βαρέως φέρων καὶ δοκῶν ὑπερβαλλόντως ὑβρίσϑαι, πολὺς ἦν ἐπὶ τῇ κατ᾽ αὐτῶν τιμωρίᾳ. καὶ γὰρ ἐν τῷ πρότερον ἐνιαυτῷ τὴν εἰρήνην συνέϑετο πρὸς αὐτοὺς οὐ τῆς φιλίας ὀρεγόμενος, ἀλλὰ τὴν ναυτικὴν δύναμιν παρελέσϑαι βουλόμενος, οὖσαν τριήρων ἑβδομήκοντα· διελάμβανε γὰρ τῆς κατὰ ϑάλατταν βοηϑείας ἀποκλεισϑείσης ῥᾳδίως ἐκπολιορκήσειν τὴν πόλιν. διόπερ κατὰ τὴν Ἰταλίαν ἐνδιατρίβων ἐζήτει πρόφασιν εὔλογον, δι’ ἧς οὐ παρὰ τὴν ἀξίαν τὴν ἰδίαν δόξει

Note a pie di pagina

1 1 Ῥοῦφος] Φούριος Rhod.

2 7 τοῖς Λοκροῖς add. Rhod.

3 8 συνεχὲς] συγγενὲς Reiske

4 11 δίκην (= ἀπόκρισιν Reiske)] ὕβριν (c. 106, 1) vel ἀτιμίαν Wurm, αἰκίαν DOhner, ἀδικίαν Bezzel

5 13 παρϑένων] scil. τινὰ Wess., μίαν c. 44, 4; παρϑένον fort. γῆμαι Dind.

6 15 συγχωροῦσι Reiske

7 17 τὴν .. τιμωρίαν L

8 23 πολιορκήσειν v, corr. Dind.

9 25 παρὰ] κατὰ conicio ex c. 10, 2 ἀξίαν] αἰτίαν Reiske