Textus Originalis
Ol. 91, 4 : 413 a. Chr. 35
τῆς εὐδαιμονίας ποιεῖ τὰς μεταβολάς. ἐροῦσί τινες ἴσως, ἠδίκησαν, καὶ τῆς κατ᾽ αὐτῶν τιμωρίας ἔχομεν τὴν ἐξουσίαν. οὐκοῦν παρὰ μὲν τοῦ δήμου πολλαπλασίαν εἰλήφατε τιμωρίαν, παρὰ δὲ τῶν αἰχμαλώτων ἱκανὴν ἔχετε κόλασιν; παρέδωκαν γὰρ ἑαυτοὺς μετὰ τῶν ὅπλων πιστεύσαντες τῇ τῶν κρατούντων εὐγνωμοσύνῃ: διόπερ οὐκ ἄξιον αὐτοὺς τῆς ἡμετέρας ψευσϑῆναι φιλανϑρωπίας. οἱ μὲν οὖν ἀμετάϑετον τὴν ἔχϑραν φυλάττοντες μαχόμενοι τετελευτήκασιν, οἱ δ᾽ ἑαυτοὺς ἡμῖν ἐγχειρίσαντες ἀντὶ πολεμίων γεγόνασιν ἱκέται. οἱ γὰρ ἐν ταῖς μάχαις τοῖς ἐναντίοις τὰ σώματα ἐγχειρίζοντες, ἐπ᾽ ἐλπίδι σωτηρίας τοῦτο πράττουσιν: εἰ δὲ πιστεύσαντες τιμωρίας τεύξονται τηλικαύτης, οἱ μὲν παϑόντες ἀναδέξονται τὴν συμφοράν, οἱ δὲ πράξαντες ἀγνώμονες ἂν κληϑεῖεν. δεῖ δὲ τοὺς τῆς ἡγεμονίας ἀντιποιουμένους, ὦ ἄνδρες Συρακόσιοι, μὴ οὕτως τοῖς ὅπλοις ἑαυτοὺς ἰσχυροὺς κατασκευάζειν, ὡς τοῖς τρόποις ἐπιεικεῖς παρέχεσϑαι. οἱ γὰρ ὑποτεταγμένοι τοὺς μὲν φόβῳ κατισχύοντας καιροτηρήσαντες ἀμύνονται διὰ τὸ μῖσος, τοὺς δὲ φιλανϑρώπως ἀφηγουμένους βεβαίως ἀγαπῶντες ἀεὶ συναύξουσι τὴν ἡγεμονίαν. τί καϑεῖλε τὴν Μήδων ἀρχήν; ἡ πρὸς τοὺς ταπεινοτέρους ὠμότης. ἀποστάντων γὰρ Περσῶν καὶ τὰ πλεῖστα τῶν ἐϑνῶν συνεπέϑετο. πῶς γὰρ Κῦρος ἐξ ἰδιώτου τῆς ᾿Ασίας ὅλης ἐβασίλευσε; τῇ πρὸς τοὺς κρατηϑέντας εὐγνω-
Note a pie di pagina
1 1 ποιεῖ PL, ποιεῖται c (XIV 76, 1)
2 6 μετὰ τῶν] μετὰ PA
3 10 δ᾽ ἑαυτοὺς] δὲ ὑμῶν PJL, δὲ αὑτοὺς c
4 ὑμῖν A
5 12 ἐπ᾽ om. A
6 26 γὰρ] δὲ fort.