Textus Originalis
Ol. 98, 1 : 388 a. Chr. 341
λελυκέναι τὰς συνϑήκας. ἀγαγὼν οὖν πρὸς τὸν πορϑμὸν τὰς δυνάμεις, τὰ πρὸς τὴν διάβασιν παρεσκευάζετο· καὶ πρῶτον μὲν ᾔτει τοὺς Ῥηγίνους ἀγοράς, ἐπαγγελλόμενος ταχέως τὰς δοϑείσας ἀποστέλλειν ἐκ Συρακουσῶν. τοῦτο δ᾽ ἔπραττεν, ὅπως μὴ διδόντων μὲν αὐτῶν δικαίως δόξῃ τὴν πόλιν ἑλεῖν, δόντων δ᾽ ἐνόμιζεν ἐξαναλώσειν αὐτῶν τὸν σῖτον καὶ προσκαϑίσας τὴν πόλιν διὰ τὴν σπάνιν ταχὺ κυριεύσειν αὐτῆς. οἱ δὲ Ῥηγῖνοι τούτων μὲν οὐδὲν ὑπονοοῦντες τὸ μὲν πρῶτον ἐφ᾽ ἡμέρας τινὰς ἐχορήγουν τὰς τροφὰς λαμπρῶς· ὡς δὲ πλείονα χρόνον ἐνδιέτριβε, ποτὲ μὲν ἀρρωστίαν, ποτὲ δὲ ἄλλας προφάσεις ποριζόμενος, ὑπονοήσαντες αὐτοῦ τὴν ἐπιβολήν, οὐκέτι παρεῖχον τὰς τροφὰς τῷ στρατοπέδῳ. ὁ δὲ Διονύσιος ἐπὶ τούτῳ προσποιηϑεὶς ἀγανακτεῖν, τοὺς μὲν ὁμήρους τοῖς Ῥηγίνοις ἀπέδωκε, τὴν δὲ πόλιν περιστρατοπεδεύσας καϑ' ἡμέραν προσβολὰς ἐποιεῖτο. κατεσκεύασε δὲ καὶ μηχανημάτων πολὺ πλῆϑος ἀπίστων τοῖς μεγέϑεσι, δι᾽ ὧν τὰ τείχη σαλεύων ἐφιλοτιμεῖτο κατὰ κράτος ἑλεῖν τὴν πόλιν. οἱ δὲ Ῥηγῖνοι στρατηγὸν ἑλόμενοι Φύτωνα, καὶ πάντας τοὺς ἐν ἡλικίᾳ καϑοπλίσαντες, ταῖς τε φυλακαῖς ἐπιμελῶς ἐχρῶντο καὶ κατὰ τὰς εὐκαιρίας ἐξιόντες ἐνεπύριζον τὰς τῶν πολεμίων μηχανάς. οὗτοι μὲν οὖν πολλάκις ὑπὲρ τῆς πατρίδος λαμπρῶς ἀγωνιζόμενοι πρὸ τῶν τειχῶν, τήν τε
Note a pie di pagina
1 2 παρεσκεύαζε A(P)FJ
2 4 ἀποστελεῖν (Wess.) Dind.
3 7 δὲ ἐνόμιζεν Steph., δὲ νομίζειν v
4 8 τῇ πόλει Dind.
5 14 ἐπιβουλὴν Wess.
6 19 ἄπιστον v, corr. Wess.
7 22 Φοίτωνα f semper