Textus Originalis
342 DIODOR. XIV 108—110.
τῶν πολεμίων ὀργὴν ἐξέκαυσαν καὶ πολλοὺς μὲν ἑαυτῶν ἀπέβαλον, οὐκ ὀλίγους δὲ καὶ τῶν Σικελιωτῶν ἀνεῖλον. καὶ αὐτὸν δὲ τὸν Διονύσιον συνέβη λόγχῃ πληγέντα παρὰ τὸν βουβῶνα παρ’ ὀλίγον μὲν τελευτῆσαι, μόγις δὲ αὑτὸν ἀναλαβεῖν ἐκ τοῦ τραύματος. χρονιζούσης δὲ τῆς πολιορκίας διὰ τὸ τοὺς Ῥηγίνους ἀνυπέρβλητον εἰσφέρεσϑαι σπουδὴν ὑπὲρ τῆς ἐλευϑερίας, Διονύσιος τὰς μὲν δυνάμεις συνεῖχεν ἐν ταῖς καϑ' ἡμέραν προσβολαῖς καὶ τὴν ἐξ ἀρχῆς πρόϑεσιν οὐκ ἐγκατέλειπεν. τῶν δ᾽ Ὀλυμπίων ἐγγὺς ὄντων ἀπέστειλεν εἰς τὸν ἀγῶνα τέϑριππα πλείω, διαφέροντα πολὺ τῶν ἄλλων τοῖς τάχεσι, καὶ σκηνὰς εἰς τὴν πανήγυριν διαχρύσους καὶ πολυτελέσι ποικίλοις ἱματίοις κεκοσμημένας. ἔπεμψε δὲ καὶ ῥαψῳδοὺς τοὺς κρατίστους, ὅπως ἐν τῇ πανηγύρει τὰ ποιήματα αὐτοῦ προφερόμενοι ποιήσωσιν ἔνδοξον τὸν Διονύσιον· σφόδρα γὰρ εἰς τὴν ποιητικὴν ὑπῆρχε μεμηνώς. τούτων δ᾽ ἐπιμελητὴν συνεξέπεμψε Θεαρίδην τὸν ἀδελφόν· ὃς ἐπεὶ παρεγένετο εἰς τὴν πανήγυριν, ἐπὶ μὲν τῷ κάλλει τῶν σκηνῶν καὶ τῷ πλήϑει τῶν τεϑρίππων ἦν περίβλεπτος· ὡς δ᾽ ἐπεβάλλονϑ᾽ οἱ ῥαψῳδοὶ προφέρεσϑαι τοῦ Διονυσίου τὰ ποιήματα, κατ᾽ ἀρχὰς μὲν διὰ τὴν εὐφωνίαν τῶν ὑποκριτῶν συνέδραμε τὰ πλήϑη καὶ πάντες ἐϑαύμαζον· μετὰ δὲ ταῦτα ἀναϑεωροῦντες τὴν κακίαν τῶν ποιημάτων διέγελων τὸν Διονύσιον καὶ κατεγίνωσκον ἐπὶ τοσοῦτον, ὥστε τινὰς τολμῆσαι διαρπάζειν τὰς σκηνάς. καὶ γὰρ Λυσίας ὁ
Note a pie di pagina
1 10 ἐγκατέλιπε F
2 22 ἐπεβάλοντο Dind., ἐπέβαλον v