Textus Originalis

Ol. 98, 2 : 387 a. Chr. 343

Ol. 98, 2 : 387 a. Chr. 343

ῥήτωρ τότε διατρίβων ἐν Ὀλυμπίᾳ προετρέπετο τὰ πλήϑη μὴ προσδέχεσϑαι τοῖς ἱεροῖς ἀγῶσι τοὺς ἐξ ἀσεβεστάτης τυραννίδος ἀπεσταλμένους ϑεωρούς· ὅτε καὶ τὸν Ὀλυμπιακὸν λόγον ἐπιγραφόμενον ἀνέγνω. τοῦ δ᾽ ἀγῶνος συντελουμένου συνέβη κατὰ τύχην τῶν Διονυσίου τεϑρίππων τὰ μὲν ἐκπεσεῖν ἐκ τοῦ δρόμου, τὰ δ᾽ ἀλλήλοις ἐμπεσόντα συντριβῆναι, παραπλησίως δὲ καὶ τὴν παρακομίζουσαν ναῦν τοὺς ϑεωροὺς ἀπὸ τῶν ἀγώνων ἀναχϑεῖσαν εἰς τὴν Σικελίαν ἐκπεσεῖν τῆς Ἰταλίας εἰς Τάραντα διά τινας χειμῶνας. διὸ καί φασι σωϑέντας τοὺς ναύτας εἰς Συρακούσας διαγγέλλειν κατὰ τὴν πόλιν, ὅτι διὰ τὴν κακίαν τῶν ποιημάτων οὐ μόνον οἱ ῥαψῳδοῦντες, ἀλλὰ σὺν τούτοις τά τε τέϑριππα καὶ ἡ ναῦς ἐξέπεσον. ὁ δὲ Διονύσιος πυϑόμενος τὸν τῶν ποιημάτων διασυρμόν, καὶ τῶν κολάκων λεγόντων ὅτι πᾶσι τοῖς καλῶς πραττομένοις φϑονοῦντες ἐξ ὑστέρου ϑαυμάξουσιν, οὐκ ἀφίστατο τῆς περὶ τὴν ποίησιν σπουδῆς. Ῥωμαῖοι δὲ πρὸς Οὐολσινίτας περὶ Γουράσιον παραταξάμενοι πολλοὺς τῶν πολεμίων ἀνεῖλον. Τούτων δὲ πραχϑέντων ὁ μὲν ἐνιαύσιος χρόνος παρεληλύϑει, παρὰ δὲ τοῖς Ἀϑηναίοις ἦρχε Θεόδοτος, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν εἶχον χιλίαρχοι ἕξ, Κόιντος [Καίσων] Σουλπίκιος, Αἶνος

Note a pie di pagina

1 3 ϑεωροὺς om. F

2 11 τινας] δεινοὺς Reiske (at XIII 61, 6)

3 14 ἀλλὰ] καὶ add. Reiske τά τε add. Reiske

4 15 ἐξέπεσεν FK

5 16 διασυρμόν AFJL, διασυριγμὸν c

6 17 ὅτι] οἱ add. Dind.

7 20 Οὐολσανίτας AL, Οὐαλσανίτας c Γουράσιον] Γρόσιλλον Cluverius

8 25 Καίσων delevi ex XV 20, 1 et Liv. V 36 Σούλπ. — Καίσων om. A Αἶνος