Textus Originalis
344 DIODOR. XIV 110. 111.
Καίσων Φάβιος, Κόιντος Σερουίλιος, Πόπλιος Κορνήλιος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι κακοπαϑοῦντες τῷ πολέμῳ τῷ τε πρὸς τοὺς Ἕλληνας καὶ τῷ πρὸς τοὺς Πέρσας, Ἀνταλκίδαν τὸν ναύαρχον ἐξαπέστειλαν πρὸς Ἀρταξέρξην ὑπὲρ εἰρήνης. διαλεχϑέντος δ᾽ αὐτοῦ περὶ ὧν ἦν ἀπεσταλμένος ἐνδεχομένως, ὁ βασιλεὺς ἔφησεν ἐπὶ τοῖσδε ποιήσασϑαι τὴν εἰρήνην· τὰς μὲν κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ὑπὸ βασιλέα τετάχϑαι, τοὺς δ᾽ ἄλλους Ἕλληνας ἅπαντας αὐτονόμους εἶναι· τοῖς δὲ ἀπειϑοῦσι καὶ μὴ προσδεχομένοις τὰς συνϑήκας διὰ τῶν εὐδοκούντων πολεμήσειν. οἱ μὲν οὖν Λακεδαιμόνιοι τούτοις εὐδοκήσαντες ἡσυχίαν ἦγον, Ἀϑηναῖοι δὲ καὶ Θηβαῖοι καί τινες ἕτεροι τῶν Ἑλλήνων βαρέως ἔφερον ἐπὶ τῷ τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐγκαταλελεῖφϑαι· καϑ' αὑτοὺς δὲ οὐκ ὄντες ἀξιόμαχοι, κατ᾽ ἀνάγκην συνεχώρησαν καὶ προσεδέξαντο τὴν εἰρήνην. Καὶ ὁ μὲν βασιλεὺς διαλυϑείσης τῆς πρὸς τοὺς Ἕλληνας διαφορᾶς παρεσκευάζετο τὰς δυνάμεις εἰς τὸν Κυπριακὸν πόλεμον. ὁ γὰρ Εὐαγόρας σχεδὸν ὅλην τὴν Κύπρον ἦν κεκτημένος καὶ δυνάμεις
Note a pie di pagina
1 Καίσων] Γάιος XV 20, 1 1 Φάβιος A Κόιντος om. A
2 2 Κορνήλιος A, Κορνήλιος καὶ Μάρκος Κλώδιος c
3 8 ποιήσεσθαι Wess.
4 12 διὰ] μετὰ Hert. ex Xen. Hell. V 1, 31
5 15 ἕτεροι om. L Ἑλλήνων Dind. (cf. XVI 77, 2), ἄλλων v (cf. c. 87, 3)
6 17 κατ᾽ αὐτοὺς A
7 20 διαλυϑείσης Sintenis, διαλυϑεὶς v; ἀπολυϑεὶς Dind.
8 23 κεκτημένος Wess., ἐκβεβλημένος A, ἐκκεκλημένος c; συγκεκτημένος aut ἐκπεπληγμένος Reiske; ἀνακεκτημένος malim