Textus Originalis

Ol. 98, 2 : 387 a. Chr. 345

Ol. 98, 2 : 387 a. Chr. 345

ἁδρὰς συνηϑροίκει διὰ τὸ τὸν Ἀρταξέρξην [ἐν] τῷ πρὸς τοὺς Ἕλληνας πολέμῳ διεσπάσϑαι. Διονυσίου δὲ σχεδὸν ἑνδέκατον μῆνα Ῥήγιον πολιορκοῦντος καὶ τὰς πανταχόϑεν βοηϑείας ἀποκεκλειπότος, εἰς δεινὴν σπάνιν τῶν ἀναγκαίων οἱ κατὰ τὴν πόλιν παρεγενήϑησαν· φασὶ γὰρ παρὰ τοῖς Ῥηγίνοις κατ᾽ ἐκεῖνον τὸν καιρὸν πέντε μνῶν γενέσϑαι τὸν μέδιμνον τοῦ σίτου. καταπονούμενοι δὲ τῇ σιτοδείᾳ τὸ μὲν πρῶτον τούς τε ἵππους καὶ τἄλλα ὑποζύγια κατέφαγον, μετὰ δὲ ταῦτα δέρματα καϑέψοντες ἐσιτοῦντο. τὸ δὲ τελευταῖον ἐκ τῆς πόλεως ἐξιόντες τὴν πρὸς τοῖς τείχεσι βοτάνην ἤσϑιον καϑαπερεί τινα ϑρέμματα· οὕτως ἡ τῆς φύσεως ἀνάγκη τὴν ἀνϑρωπίνην δίαιταν εἰς ἀλόγων ζῴων τροφὰς καταφυγεῖν ἐβιάζετο. ὁ δὲ Διονύσιος πυϑόμενος τὸ γινόμενον, οὐχ ὅπως ἠλέησε τοὺς ὑπὲρ ἄνϑρωπον πάσχειν ἀναγκαζομένους, ἀλλὰ πᾶν τοὐναντίον ἐπαγαγὼν ζεύγη εἷλε τὴν πόαν τοῦ τόπου, ὥστε τὴν ὕλην ἅπασαν ἀφανισϑῆναι. διόπερ ταῖς ὑπερβολαῖς τῶν κακῶν νικώμενοι παρέδωκαν τὴν πόλιν οἱ Ῥηγῖνοι τῷ τυράννῳ, τὴν πᾶσαν κατ᾽ αὐτῶν ἐπιτρέψαντες ἐξουσίαν. ὁ δὲ Διονύσιος κατὰ μὲν τὴν πόλιν εὗρε σωροὺς νεκρῶν, οἳ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ἐτετελευτήκεισαν· καὶ τοὺς ζῶντας δὲ νεκρῶν ἔχοντας διάϑεσιν καὶ παρειμένους τὰ σώματα καταλαβών, ἤϑροισεν αἰχμαλώτους πλείους τῶν ἑξακισχιλίων. τὸ μὲν οὖν πλῆϑος ἀποστεί-

Note a pie di pagina

1 1 ἐν del. Hert.

2 11 καϑεψῶντες v, corr. Reiske

3 17 ὑπὲρ] τὰ ὑπὲρ Steph.

4 18 εἷλε] ἔκειρε Reiske

5 21 καϑ᾽ αὑτῶν Dind.

6 24 τετελευτήκασι o, corr. Eich.