Textus Originalis

346 DIODOR. XIV 111—113.

346 DIODOR. XIV 111—113.

λας εἰς Συρακούσας ἐκέλευσε τοὺς δόντας ἀργυρίου μνᾶν ἀπολυτροῦσϑαι, τοὺς δ᾽ εὐπορῆσαι μὴ δυνηϑέντας ἐλαφυροπώλησε. Φύτωνα δὲ τὸν τῶν Ῥηγίνων στρατηγὸν συλλαβών, τὸν μὲν υἱὸν αὐτοῦ κατεπόντισεν, αὐτὸν δὲ τὸ μὲν πρῶτον ἔδησε πρὸς τὰς ὑψηλοτάτας μηχανάς, οἱονεὶ τραγικήν τινα τιμωρίαν λαμβάνων, προσέπεμψε δέ τινα τῶν ὑπηρετῶν ἐροῦντα πρὸς αὐτόν, ὡς ἐχϑὲς αὐτοῦ τὸν υἱὸν Διονύσιος κατεπόντισε· πρὸς ὃν εἶπε Φύτων, διότι γέγονεν εὐτυχέστερος τοῦ πατρὸς ἡμέρᾳ μιᾷ. μετὰ δὲ ταῦτα περιῆγεν αὐτὸν Διονύσιος τὴν πόλιν μαστίζων καὶ κατὰ πάντα τρόπον αἰκιζόμενος, ἅμα κήρυκος συνακολουϑοῦντος ὅτι τὸν ἄνδρα Διονύσιος τιμωρεῖται παρηλλαγμένως, ὅτι τὴν πόλιν ἔπεισεν ἐλέσϑαι τὸν πόλεμον. ὁ δὲ Φύτων κατὰ τὴν πολιορκίαν στρατηγὸς ἀγαϑὸς γεγενημένος καὶ κατὰ τὸν ἄλλον βίον ἐπαινούμενος, οὐκ ἀγεννῶς ὑπέμενε τὴν ἐπὶ τῆς τελευτῆς τιμωρίαν, ἀλλ᾽ ἀκατάπληκτον τὴν ψυχὴν φυλάξας καὶ βοῶν ὅτι τὴν πόλιν οὐ βουληϑεὶς προδοῦναι Διονυσίῳ τυγχάνει τῆς τιμωρίας, ἣν αὐτῷ τὸ δαιμόνιον ἐκείνῳ συντόμως ἐπιστήσει· ὥστε τὴν ἀρετὴν τἀνδρὸς καὶ παρὰ τοῖς στρατιώταις τοῦ Διονυσίου κατελεεῖσϑαι καί τινας ἤδη ϑορυβεῖν. ὁ δὲ Διονύσιος εὐλαβηϑείς, μή τινες τῶν στρατιωτῶν ἀποτολμήσωσιν ἐξαρπάζειν τὸν Φύτωνα, παυσάμε-

Note a pie di pagina

1 2 δὲ πορίσαι vel δ᾽ ἐκτῖσαι conicio

2 4 Φοίτωνα f semper

3 5 κατεπόντωσεν P?

4 6 ἔδησεν εἰς τὰς f

5 9 ἐχϑὲς A, χϑὲς c

6 10 ὃν om. A

7 12 αὐτὸν om. A τὴν] κατὰ τὴν Dind.

8 21 αὐτὸ Wess. et Madvig

9 22 ἐπιϑήσει Cobet