Textus Originalis

Ol. 98, 2 : 387 a. Chr. 347

Ol. 98, 2 : 387 a. Chr. 347

νος τῆς τιμωρίας κατεπόντισε τὸν ἀτυχῆ μετὰ τῆς συγγενείας. οὗτος μὲν οὖν ἀναξίως τῆς ἀρετῆς ἐκνόμοις περιέπεσε τιμωρίαις, καὶ πολλοὺς ἔσχε καὶ τότε τῶν Ἑλλήνων τοὺς ἀλγήσαντας τὴν συμφορὰν καὶ μετὰ ταῦτα ποιητὰς τοὺς ϑρηνήσαντας τὸ τῆς περιπετείας ἐλεεινόν. Καϑ᾽ ὃν δὲ καιρὸν μάλιστα Ῥήγιον ἐπολιόρκει Διονύσιος, οἱ κατοικοῦντες τὰ πέραν τῶν Ἄλπεων Κελτοὶ τὰ στενὰ διελϑόντες μεγάλαις δυνάμεσι κατελάβοντο τὴν μεταξὺ χώραν τοῦ τε Ἀπεννίνου καὶ τῶν Ἄλπεων ὀρῶν, ἐκβάλλοντες τοὺς κατοικοῦντας [Τυρρηνούς]. τούτους δ᾽ ἔνιοί φασιν ἀπὸ τῶν ἐν Τυρρηνίᾳ δώδεκα πόλεων ἀποικισϑῆναι· τινὲς δέ φασι Πελασγοὺς πρὸ τῶν Τρωικῶν ἐκ Θετταλίας φυγόντας τὸν ἐπὶ Δευκαλίωνος γενόμενον κατακλυσμὸν ἐν τούτῳ τῷ τόπῳ κατοικῆσαι. τῶν οὖν Κελτῶν κατ᾽ ἔϑνη διελομένων τὴν χώραν, οἱ καλούμενοι Σέννωνες ἔτυχον λαβόντες τὸν πορρωτάτω κείμενον τόπον τῶν ὀρῶν παρὰ ϑάλατταν. ὄντος δ᾽ αὐτοῦ καυματώδους, δυσϑετοῦντες ἔσπευδον μετοικῆσαι, καὶ τοὺς νεωτέρους καϑοπλίσαντες ἀπέστειλαν ζητεῖν χώραν, ἐν ᾗ κατοικήσουσιν. εἰσβαλόντες οὖν εἰς Τυρρηνίαν, καὶ τὸν ἀριϑμὸν ὄντες περὶ τρισμυρίους, τὴν τῶν Κλουσίνων χώραν ἐπόρϑουν. καϑ᾽ ὃν δὴ χρόνον ὁ δῆμος ὁ τῶν

Note a pie di pagina

1 1 κατεπόντωσε ALf (ex κατεπόντησε puto natum)

2 5 ϑρηνήσοντας v, corr. Steph.

3 11 ἐκβαλόντες Dind. —

4 12 Τυρρηνοὺς delevi; Τυρρηνοὺς τοὺς κατοικοῦντας A

5 13 πόλεων δώδεκα F

6 18 Σένωνες JK

7 19 τόπον Cluverius et Madvig, λόφον v

8 24 Κλουσίνων Cluverius, Κονισσίνων A, Καυλωσίνων JK, Καυλοσίων F, Καυλωνίων c