Textus Originalis
348 DIODOR. XIV 113. 114.
Ῥωμαίων πρέσβεις ἀπέστειλεν εἰς Τυρρηνίαν τοὺς κατασκεψομένους τὴν στρατιὰν τῶν Κελτῶν. παραγενόμενοι δὲ οἱ πρέσβεις εἰς Κλούσιον καὶ ϑεωρήσαντες παράταξιν γενομένην, ἀνδρειότεροι μᾶλλον ἢ φρονιμώτεροι γενηϑέντες παρετάξαντο τοῖς Κλουσίνοις πρὸς τοὺς πολιορκοῦντας. εὐημερήσαντος δὲ ϑατέρου τῶν πρεσβευτῶν καί τινα τῶν ἐνδοξοτέρων ἐπάρχων ἀποκτείναντος, γνόντες οἱ Κελτοὶ τὸ γεγονὸς εἰς Ῥώμην πρέσβεις ἀπέστειλαν τοὺς ἐξαιτήσοντας τὸν πρεσβευτὴν τὸν ἀδίκου πολέμου προκαταρξάμενον. ἡ δὲ γερουσία τὸ μὲν πρῶτον ἔπειϑε τοὺς πρέσβεις τῶν Κελτῶν χρήματα λαβεῖν περὶ τῶν ἠδικημένων· ὡς δ᾽ οὐ προσεῖχον, ἐψηφίσαντο παραδοῦναι τὸν κατηγορούμενον. ὁ δὲ πατὴρ τοῦ μέλλοντος παραδίδοσϑαι, τῶν χιλιάρχων εἷς ὢν τῶν τὴν ὑπατικὴν ἐξουσίαν ἐχόντων, προεκαλέσατο τὴν δίκην ἐπὶ τὸν δῆμον, καὶ δυνατὸς ὢν ἐπὶ τοῖς πλήϑεσιν ἔπεισεν ἄκυρον ποιῆσαι τὴν κρίσιν τῆς συγκλήτου. ὁ μὲν οὖν δῆμος ἐν τοῖς ἔμπροσϑεν χρόνοις πάντα πειϑόμενος τῇ γερουσίᾳ, τότε πρῶτον ἤρξατο διαλύειν τὸ κριϑὲν ὑπὸ τῆς συγκλήτου. Οἱ δὲ τῶν Κελτῶν πρέσβεις παραγενηϑέντες εἰς τὸ σφέτερον στρατόπεδον ἀπήγγειλαν τὴν τῶν Ῥωμαίων ἀπόκρισιν. ἐφ᾽ ᾗ μεγάλως ἀγανακτήσαντες, καὶ προσλαβόμενοι παρὰ τῶν ὁμοεϑνῶν δύναμιν, ἐπ᾽ αὐτὴν ἠπείγοντο τὴν Ῥώμην, ὄντες πλείους
Note a pie di pagina
1 3 Καλούσιον v
2 4 γινομένην Dind.
3 5 συμπαρετάξαντο Reiske
4 6 Καλουσίοις v —
5 8 ὑπάρχων L, ἱππάρχων Niebuhr
6 12 πρεσβευτὰς o
7 19 οὖν om. A
8 22 ἐν add. Hert.