Textus Originalis
Ol. 98, 2 : 387 a. Chr. 349
τῶν ἑπτακισμυρίων. οἱ δὲ χιλίαρχοι τῶν Ῥωμαίων ἐπὶ τῆς ἰδίας ἐξουσίας ὄντες, καὶ τὴν τῶν Κελτῶν ἔφοδον ἀκούοντες, ἅπαντας τοὺς ἐν ἡλικίᾳ καϑώπλισαν. ἐξελϑόντες δὲ πανδημεὶ καὶ διαβάντες τὸν Τίβεριν παρὰ τὸν ποταμὸν ἤγαγον τὴν δύναμιν σταδίους ὀγδοήκοντα, καὶ τῶν Γαλατῶν ἀπαγγελλομένων προσιέναι διέταττον τὸ στρατόπεδον. τοὺς μὲν οὖν ἀνδρειοτάτους δισμυρίους καὶ τετρακισχιλίους ἀπὸ τοῦ ποταμοῦ μέχρι τῶν λόφων διέταξαν, ἐπὶ δὲ τῶν ὑψηλοτάτων λόφων τοὺς ἀσϑενεστάτους ἔστησαν. οἱ δὲ Κελτοί, μακρὰν τὴν φάλαγγα παρεκτείνοντες, εἴτε κατὰ τύχην εἴτε κατὰ πρόνοιαν τοὺς ἀρίστους ἔστησαν ἐπὶ τῶν λόφων. ἅμα δ᾽ αἱ σάλπιγγες παρ᾽ ἀμφοτέροις ἐσήμαινον καὶ τὰ στρατόπεδα συνῄεσαν εἰς μάχην μετὰ πολλῆς κραυγῆς. οἱ δ᾽ ἐπίλεκτοι τῶν Κελτῶν ἀντιτεταγμένοι τοῖς ἀσϑενεστάτοις τῶν Ῥωμαίων ῥᾳδίως αὐτοὺς ἀπὸ τῶν λόφων ἐτρέψαντο. διόπερ τούτων ἀϑρόων φευγόντων πρὸς τοὺς ἐν τῷ πεδίῳ Ῥωμαίους, αἵ τε τάξεις ἐπεταράττοντο καὶ τῶν Κελτῶν ἐπικειμένων καταπλαγέντες ἔφευγον. τῶν δὲ πλείστων παρὰ τὸν ποταμὸν ὁρμησάντων καὶ διὰ τὴν ταραχὴν ἀλλήλοις ἐμπιπτόντων, οὐχ ὑπηρέτουν οἱ Κελτοὶ τοὺς ἐσχάτους ἀεὶ φονεύοντες· διὸ καὶ τὸ πεδίον
Note a pie di pagina
1 2 ἰδίας] ἐνιαυσίας aut ὑπάτης Reiske ὄντες om. K, μένοντες Wurm
2 9 ἔταξαν Wurm
3 11 παρεκτείναντες A
4 13 δ᾽ αἱ Dind., δὲ v
5 16 ἀϑρόων Dind., ἀϑρόως v
6 21 παρὰ] πρὸς Reiske
7 23 ὑπηρέτουν] ὑστέρουν aut ἀπήρκουν aut ἐπήρκουν Reiske, ὑπεχώρουν Wess. ὑπερέϑεσαν Rhod.; οὐκ ἀπηγόρευον fort., καιρῷ ὑπηρέτουν Wetsten.