Textus Originalis
350 DIODOR. XIV 114. 115.
ἅπαν νεκρῶν κατεστρώϑη. τῶν δὲ φευγόντων ἐπὶ τὸν ποταμὸν οἱ μὲν ἀνδρειότατοι μετὰ τῶν ὅπλων διενήχοντο, τὴν πανοπλίαν ἐν ἴσῳ καὶ τὴν ψυχὴν προτιμῶντες· σφοδροῦ δὲ τοῦ ῥεύματος ὄντος, τινὲς μὲν ὑπὸ τοῦ βάρους τῶν ὅπλων καταδυόμενοι διεφϑείροντο, τινὲς δὲ μετὰ πολλῆς κακοπαϑείας ἐφ᾽ ἱκανὸν διάστημα παρενεχϑέντες μόγις ἐσώϑησαν. ἐπικειμένων δὲ τῶν πολεμίων καὶ παρὰ τὸν ποταμὸν πολλοὺς ἀναιρούντων, οἱ πλεῖστοι τῶν ὑπολειπομένων ῥιπτοῦντες τὰ ὅπλα διενήχοντο τὸν Τίβεριν. οἱ δὲ Κελτοί, πολλοὺς καὶ παρ᾽ αὐτὸν τὸν ποταμὸν ἀνῃρηκότες, οὐδ᾽ οὕτως ἀφίσταντο τῆς φιλοτιμίας, ἀλλ᾽ ἐπὶ τοὺς διανηχομένους ἠκόντιζον. καὶ πολλῶν βελῶν ἀφιεμένων εἰς ἀϑρόους τοὺς ἐν τῷ ποταμῷ, συνέβαινε μὴ διαμαρτάνειν τοὺς βάλλοντας. ὅϑεν οἱ μὲν καιρίαις περιπεσόντες πληγαῖς εὐθέως ἐτελεύτων, οἱ δὲ κατατραυματιζόμενοι καὶ διὰ τὴν περὶ τὸ αἷμα ῥύσιν καὶ σφοδρότητα τοῦ ῥεύματος ἐκλυόμενοι παρεφέροντο. τοιαύτης δὲ συμφορᾶς γενομένης περὶ τοὺς Ῥωμαίους, οἱ μὲν πλεῖστοι τῶν διασωϑέντων πόλιν Βηίους κατελάβοντο, προσφάτως ὑφ᾽ ἑαυτῶν κατεσκαμμένην, καὶ τόν τε τόπον ὠχύρουν κατὰ τὸ δυνατόν, καὶ τοὺς ἐκ τῆς φυγῆς σωζομένους ἀνελάμβανον· ὀλίγοι δὲ τῶν διανηξαμένων ἄνοπλοι φυγόντες ἢ εἰς Ῥώμην
Note a pie di pagina
1 1 ἅπαν] hinc pergit P (c. 101, 2)
2 11 αὐτὸν τὸν ἐν τῷ πεδίῳ κίνδυνον καὶ παρὰ τὸν (cf. XIII 109, 4) ποταμόν Reiske; καίπερ πολλοὺς παρὰ τὸν malim
3 21 Βοίους P, Βοιοὺς v
4 22 κατεσκαμμένην Rhod. (c. 116, 3), κατεσκευασμένην o (Plut. Cam. 31 Οὐηίους, πόλιν ἅπασι κατεσκευασμένην καὶ διαμένουσαν)
5 23 τε PAJ, τότε c