Textus Originalis

36 DIODOR. XIII 22. 23.

36 DIODOR. XIII 22. 23.

μοσύνῃ. Κροῖσον γὰρ τὸν βασιλέα λαβὼν αἰχμάλωτον οὐχ ὅπως ἠδίκησεν, ἀλλὰ καὶ προσευηργέτησεν: παραπλησίως δὲ καὶ τοῖς ἄλλοις βασιλεῦσί τε καὶ δήμοις προσηνέχϑη. τοιγαροῦν διαδοϑείσης εἰς πάντα τόπον τῆς ἡμερότητος ἅπαντες οἱ κατὰ τὴν ᾿Ασίαν ἀλλήλους φϑάνοντες εἰς τὴν τοῦ βασιλέως συμμαχίαν παρεγίνοντο. τί λέγω τὰ μακρὰν καὶ τόποις καὶ χρόνοις ἀφεστηκότα; κατὰ γὰρ τὴν ἡμετέραν πόλιν οὐ πάλαι Γέλων ἐξ ἰδιώτου τῆς Σικελίας ὅλης ἡγεμὼν ἐγένετο, τῶν πόλεων ἑκουσίως εἰς τὴν ἐξουσίαν ἐκείνου παραγενομένων: προσεκαλεῖτο γὰρ ἡ τἀνδρὸς ἐπιείκεια πάντας ἀνϑρώπους, τὴν εἰς τοὺς ἠτυχηκότας συγγνώμην προσλαβοῦσα. ἀπ᾽ ἐκείνων οὖν τῶν χρόνων τῆς κατὰ Σικελίαν ἡγεμονίας ἀντιποιουμένης τῆς πόλεως, μὴ καταρρίψωμεν τὸν ὑπὲρ τῶν προγόνων ἔπαινον, μηδ᾽ ἑαυτοὺς ϑηριώδεις καὶ ἀπαραιτήτους πρὸς ἀνϑρωπίνην ἀτυχίαν παράσχωμεν. οὐ γὰρ προσήκει δοῦναι τῷ φϑόνῳ καϑ᾽ ἡμῶν ἀφορμὴν εἰπεῖν, ὡς ἀναξίως εὐτυχοῦμεν: καλὸν γὰρ καὶ τὸ τῆς τύχης ἀντιπραττούσης ἔχειν τοὺς συναλγήσοντας καὶ πάλιν ἐν τοῖς κατορϑώμασι τοὺς ἡδομένους. τὰ μὲν οὖν ἐν τοῖς ὅπλοις πλεονεκτήματα τύχῃ καὶ καιρῷ κρίνεται πολλάκις, ἡ δ᾽ ἐν ταῖς εὐπραξίαις ἡμερότης ἴδιόν ἐστι σημεῖον τῆς τῶν εὐτυχούντων ἀρετῆς. διὸ μὴ φϑονήσητε τῇ πατρίδι περιβόητον γε-

Note a pie di pagina

1 1 γὰρ PFJ, γοῦν c

2 13 γνώμην O, corr. Reiske

3 προσβαλοῦσα O, corr. Wess.

4 15 καταρίψωμεν PF, κατερείψωμεν Cobet (c. 15, 2)

5 22 συνηδομένους Valckenar., συνησϑησομένους Schenkl