Textus Originalis
Ol. 98, 2 : 387 a. Chr. 351
ἀπήγγειλαν πάντας ἀπολωλέναι. τηλικούτων δ᾽ ἀτυχημάτων ἠγγελμένων τοῖς ἐν τῇ πόλει καταλελειμμένοις, εἰς ἀπορίαν ἅπαντες ἐνέπιπτον· ἀνϑίστασϑαι μὲν γὰρ ἀδύνατον εἶναι διελάμβανον, ἁπάντων τῶν νέων ἀπολωλότων, φεύγειν δὲ μετὰ τέκνων καὶ γυναικῶν ἐπικίνδυνον ἦν λίαν, τῶν πολεμίων ἐγγὺς ὑπαρχόντων. πολλοὶ μὲν οὖν τῶν ἰδιωτῶν πανοίκιοι πρὸς τὰς ἀστυγείτονας πόλεις ἔφευγον, οἱ δ᾽ ἄρχοντες τῆς πόλεως παραϑαρσύνοντες τὰ πλήϑη προσέταττον ταχέως ἐπὶ τὸ Καπετώλιον τόν τε σῖτον καὶ τὰ λοιπὰ τῶν ἀναγκαίων ἀποκομίζειν. οὗ γενηϑέντος ἔγεμεν ἡ [τε] ἀκρόπολις [καὶ τὸ Καπετώλιον] χωρὶς τῶν εἰς τροφὴν ἀνηκόντων ἀργυρίου τε καὶ χρυσίου καὶ τῆς πολυτελεστάτης ἐσϑῆτος, ὡς ἂν ἐξ ὅλης τῆς πόλεως εἰς ἕνα τόπον τῶν ἀγαϑῶν συνηϑροισμένων. οὗτοι μὲν οὖν τὰ δυνατὰ τῶν χρημάτων μετεκόμιζον καὶ τὸν προειρημένον τόπον ὠχύρουν, ἀναστροφὴν ἔχοντες τρεῖς ἡμέρας. οἱ γὰρ Κελτοὶ τὴν μὲν πρώτην ἡμέραν διετέλεσαν ἀποκόπτοντες τὰς κεφαλὰς τῶν τετελευτηκότων κατὰ τὸ πάτριον ἔϑος, τὰς δὲ δύο παρὰ τὴν πόλιν στρατοπεδεύοντες, καὶ τὰ μὲν τείχη ϑεωροῦντες ἔρημα, κραυγὴν δὲ αἰσϑόμενοι γινομένην, ἣν ἐποίουν οἱ τὰ χρησιμώτατα μεταφέροντες εἰς τὴν
Note a pie di pagina
1 2 ἠγγελμένων Dind., γενομένων P, γεγενημένων v; λεγομένων fort.
2 4 ἀδύνατον om. A εἶναι o
3 8 πανοίκιοι PAL, πανοικὶ c
4 10 προσέταττεν P
5 12 ἔγεμον v τε et καὶ τὸ Καπετώλιον delevi; ἔγεμεν ἡ ἀκρόπολις, τὸ Καπετώλιον Reiske
6 14 τῆς τῆς ἄλλης FK
7 20 ἀνακόπτοντες o, corr. Reiske
8 21 τὸ P, τι o (XIII 57, 3)
9 23 γινομένην P2 in marg. κινδυνεύειν P1