Textus Originalis
352 DIODOR. XIV 115. 116.
ἀκρόπολιν, ὑπελάμβανον ἐνεδρεύειν ἑαυτοῖς τοὺς Ῥωμαίους. τῇ τετάρτῃ δ᾽ ἡμέρᾳ γνόντες τὴν ἀλήϑειαν, τάς τε πύλας ἐξέκοψαν καὶ τὴν πόλιν ἐλυμαίνοντο, χωρὶς ὀλίγων οἰκιῶν ἐν τῷ Παλατίῳ. μετὰ δὲ ταῦτα προσβολὰς ποιούμενοι καϑ' ἡμέραν πρὸς ὀχυροὺς τόπους, οὐϑὲν μὲν ἀξιόλογον ἔβλαπτον τοὺς ὑπεναντίους, ἑαυτῶν δὲ πολλοὺς ἀπέβαλλον· ὅμως δ᾽ [οὖν] οὐκ ἀφίσταντο τῆς φιλοτιμίας, ἐλπίζοντες, ἐὰν μὴ βίᾳ κρατήσωσι, τῷ γε χρόνῳ πάντως τῶν ἀναγκαίων ἐκλιπόντων καταπονήσειν. Τῶν δὲ Ῥωμαίων ἐν τοιαύταις ταραχαῖς ὄντων, οἱ παροικοῦντες Τυρρηνοὶ μετὰ δυνάμεως ἁδρᾶς ἐπεπορεύοντο τὴν τῶν Ῥωμαίων χώραν λεηλατοῦντες, καὶ πολλῶν μὲν σωμάτων, οὐκ ὀλίγης δ᾽ ὠφελείας ἐγκρατεῖς ἐγένοντο. οἱ δ᾽ εἰς τοὺς Βηίους τῶν Ῥωμαίων πεφευγότες ἀπροσδοκήτως τοῖς Τυρρηνοῖς ἐπιπεσόντες ἐτρέψαντο, καὶ τήν τε λείαν ἀφείλαντο καὶ τῆς παρεμβολῆς ἐκυρίευσαν. ἐγκρατεῖς δὲ γενόμενοι πολλῶν ὅπλων τοῖς τε ἀνόπλοις οὖσι διέδωκαν καὶ τοὺς ἀπὸ τῆς χώρας ἀϑροίζοντες καϑώπλιζον· ἐβούλοντο γὰρ τοὺς εἰς τὸ Καπετώλιον συμπεφευγότας ἐκ τῆς πολιορκίας ἐξελέσϑαι. ἀπορούντων δ᾽ αὐτῶν, ᾧ τρόπῳ δηλώσειαν τοῖς συγκεκλειμένοις διὰ τὸ τοὺς Κελτοὺς μεγάλαις δυνάμεσι περιστρατοπεδεύειν, Κομίνιός τις Πόντιος ὢν ὑπέσχετο παραϑαρρύνειν τοὺς ἐν τῷ Καπετωλίῳ.
Note a pie di pagina
1 8 οὖν del. Dind.
2 9 γε] τε PA
3 13 ἐπορεύοντο P
4 16 Βοίους P, Βοιοὺς o (ut infra)
5 21 ἠβούλοντο v
6 25 Πόντιος] σόντιος P; Πόντιός τις Κομίνιος Rhod. ex Liv. V 46
7 26 παραϑαρρυνεῖν Dind.