Textus Originalis

Ol. 98, 2 : 387 a. Chr. 353

Ol. 98, 2 : 387 a. Chr. 353

ὁρμήσας οὖν μόνος καὶ διανηξάμενος νυκτὸς τὸν ποταμόν, ἔλαϑε προσελϑὼν τινὰ πέτραν τοῦ Καπετωλίου δύσβατον, καὶ ταύτῃ μόγις ἑαυτὸν ἑλκύσας ἐδήλωσε τοῖς ἐν τῷ Καπετωλίῳ περὶ τῶν συνηϑροισμένων εἰς Βηίους καὶ διότι καιρὸν τηρήσαντες ἐπιϑήσονται τοῖς Κελτοῖς. οὗτος μὲν οὖν καταβὰς ᾗπερ ἀνέβη καὶ διακολυμβήσας τὸν Τίβεριν, εἰς Βηίους ἀνέστρεψεν. οἱ δὲ Κελτοὶ κατανοήσαντες τὰ ἴχνη τοῦ προσφάτως ἀναβεβηκότος, συνετάξαντο κατὰ τῆς αὐτῆς πέτρας ἀναβῆναι νυκτός. διὸ καὶ περὶ μέσας νύκτας οἱ μὲν φύλακες παρερρᾳϑυμηκότες ἦσαν τῆς φυλακῆς διὰ τὴν ὀχυρότητα τοῦ τόπου, τῶν δὲ Κελτῶν τινες κατὰ τῆς πέτρας προσανέβησαν. τοὺς μὲν οὖν φύλακας ἔλαϑον, χῆνες δ᾽ ἱεροὶ τῆς Ἥρας τρεφόμενοι, καὶ ϑεωρήσαντες ἀναβαίνοντας κραυγὴν ἐποίουν. συνδραμόντων δὲ τῶν φυλάκων ἐπὶ τὸν τόπον, οὗτοι μὲν καταπλαγέντες οὐκ ἐτόλμων προσελϑεῖν, Μάρκος δέ τις Μάλλιος, ἔνδοξος ἀνήρ, ἐκβοηϑήσας ἐπὶ τὸν τόπον τῷ μὲν ξίφει τὴν χεῖρα τοῦ προσαναβαίνοντος ἀπέκοψε, τῷ δὲ ϑυρεῷ πατάξας εἰς τὸ στῆϑος ἀπεκύλισεν αὐτὸν ἀπὸ τῆς πέτρας. παραπλησίως δὲ καὶ τοῦ δευτέρου προσαναβαίνοντος ἀπολομένου, οἱ λοιποὶ ταχέως πάντες ἔφυγον· ἀπορρῶγος δὲ τῆς πέτρας οὔσης ἅπαντες κατακρημνισϑέντες ἐτελεύ-

Note a pie di pagina

1 2 τινα] ἐπί τινα Steph.

2 3 ἀνελκύσας Reiske

3 4 τοῖς] τοὺς P περὶ] τὰ περὶ fort.

4 5 καιρῷ P

5 10 κατὰ] διὰ Reiske

6 11 παραρρᾳϑυμηκότες P

7 15 τῇ Ἥρᾳ Madvig (at Plut. Cam. 27) καὶ ϑεωρήσαντες] κατανοήσαντες v?] αἰσθόμενοι τοὺς conicio

8 19 ἐκβοήσας o, corr. Steph.

9 20 τοῦ] τοῦ πρώτου Reiske (cf. c. 58, 4)