Textus Originalis
354 DIODOR. XIV 116. 117.
τησαν. διόπερ πρεσβευομένων τῶν Ῥωμαίων περὶ διαλύσεως, ἐπείσϑησαν χιλίας λαβόντες λίτρας χρυσίου τὴν πόλιν ἐκλιπεῖν καὶ ἐκ τῆς Ῥωμαίων χώρας ἀπαλλαγῆναι. Ῥωμαῖοι δέ, τῶν μὲν οἰκιῶν κατεσκαμμένων, τῶν δὲ πλείστων πολιτῶν ἀπολωλότων, ἔδωκαν ἐξουσίαν τῷ βουλομένῳ καϑ᾽ ὃν προῄρηται τόπον οἰκίαν οἰκοδομεῖν, καὶ δημοσίας κεραμῖδας ἐχορήγουν, αἳ μέχρι τοῦ νῦν πολιτικαὶ καλοῦνται. ἁπάντων οὖν πρὸς τὴν ἰδίαν προαίρεσιν οἰκοδομούντων, συνέβη τὰς κατὰ πόλιν ὁδοὺς στενὰς γενέσϑαι καὶ καμπὰς ἐχούσας· διόπερ ὕστερον αὐξηϑέντες οὐκ ἠδυνήϑησαν εὐϑείας ποιῆσαι τὰς ὁδούς. λέγουσι δέ τινὲς καὶ διότι τὸν χρυσοῦν κόσμον αἱ γυναῖκες εἰς τὴν κοινὴν σωτηρίαν εἰσενέγκασαι ταύτης ἔτυχον παρὰ τοῦ δήμου τιμῆς, ὥστ᾽ ἐξουσίαν ἔχειν ἐφ᾽ ἁρμάτων ὀχεῖσϑαι κατὰ τὴν πόλιν. Ταπεινῶν δ᾽ ὄντων τῶν Ῥωμαίων διὰ τὴν προειρημένην συμφοράν, οἱ Οὐόλσκοι πρὸς αὐτοὺς πόλεμον ἐξήνεγκαν. οἱ μὲν οὖν χιλίαρχοι τῶν Ῥωμαίων καταγράψαντες στρατιώτας, καὶ προαγαγόντες τὴν δύναμιν εἰς ὕπαιϑρον, ἐν τῷ καλουμένῳ Μαρκίῳ κατεστρατοπέδευσαν, ἀπέχοντες ἀπὸ Ῥώμης σταδίους διακοσίους. τῶν δὲ Οὐόλσκων μετὰ μείζονος στρατιᾶς ἀντικαϑημένων καὶ τῇ παρεμβολῇ προσβαλλόντων, οἱ κατὰ τὴν Ῥώμην φοβηϑέν-
Note a pie di pagina
1 1 διαπρεσβευομένων malim
2 4 κατεσκασμένων P
3 7 δημοσίᾳ Dind.
4 10 κατὰ] κατὰ τὴν Dind.
5 16 δήμου PAL, δημοσίου c
6 19 ολούσκοι PA, Οὐολοῦσκοι c
7 22 Μοικίῳ Sigonius (Liv. IV 2, 8)
8 24 Οὐολούσκων o
9 26 προσβαλόντων v