Textus Originalis

Ol. 98, 2 : 387 a. Chr. 355

Ol. 98, 2 : 387 a. Chr. 355

τες ὑπὲρ τῶν ἐν τῷ στρατοπέδῳ, κατέστησαν αὐτοκράτορα μὲν Μάρκον Φούριον .... οὗτοι δὲ πάντας τοὺς ἐν ἡλικίᾳ καϑοπλίσαντες νυκτὸς ἐξῆλϑον, καὶ καταλαβόντες ἅμ᾽ ἡμέρᾳ τοὺς Οὐόλσκους τῇ παρεμβολῇ προσμαχομένους, ἐπιφανέντες κατὰ νώτου ῥᾳδίως ἐτρέψαντο. ἐξελϑόντων δὲ καὶ τῶν ἐκ τῆς παρεμβολῆς, εἰς μέσον ἀποληφϑέντες οἱ Οὐόλσκοι σχεδὸν ἅπαντες κατεκόπησαν. διόπερ τὸν ἔμπροσϑεν χρόνον ἰσχυροὶ δοκοῦντες εἶναι, διὰ τὴν συμφορὰν ταύτην ἀσϑενέστατοι τῶν περιοικούντων ἐϑνῶν ἐγενήϑησαν. μετὰ δὲ τὴν μάχην ἀκούσας ὁ αὐτοκράτωρ πορϑεῖσϑαι Βώλας [πόλιν] ὑπὸ Αἰκουλανῶν, τῶν νῦν Αἰκίκλων καλουμένων, ἀγαγὼν τὴν δύναμιν τοὺς πλείστους τῶν πολιορκούντων ἀνεῖλεν. ἐκεῖϑεν δ᾽ ἀνέζευξεν εἰς Σουτριανήν, οὖσαν ἀποικίαν, ἣν οἱ Τυρρηνοὶ βίᾳ κατειλήφεισαν. προσπεσὼν οὖν ἄφνω τοῖς Τυρρηνοῖς πολλοὺς μὲν αὐτῶν ἀνεῖλε, τὴν δὲ πόλιν ἀνέσωσε τοῖς Σουτριαίοις. τῶν δ᾽ ἀπεληλυϑότων Γαλατῶν ἀπὸ Ῥώμης Οὐεάσκιον τὴν πόλιν σύμμαχον οὖσαν Ῥωμαίων πορϑούντων, ἐπιϑέμενος αὐτοῖς ὁ αὐτοκράτωρ καὶ τοὺς πλείστους ἀποκτείνας τῆς ἀποσκευῆς πάσης ἐκυρίευσεν, ἐν ᾗ καὶ τὸ χρυσίον ἦν [ὃ εἰλήφεισαν εἰς Ῥώμην] καὶ σχεδὸν ἅπαντα τὰ διηρπασμένα κατὰ

Note a pie di pagina

1 2 Φρούριον o-P2K, καὶ ἵππαρχον Σερβίλιον aut ὃς ἵππαρχον παρελαμβάνετο Σερβίλιον add. Reiske ex Liv. VI 2, 6

2 4 ὁλούσκους P1A, Οὐολούσκους c (= v. 7)

3 12 πόλιν add. in mg. P2; πόλιν Βώλας F Αἰκουλανῶν P, Αἴκλων v, Αἰκῶν Wess.

4 13 Αἰκικλῶν P προσαγαγὼν Dind.

5 15 σουτριώνην P; Σούτριον, Ῥωμαίων fort.

6 19 Οὐέακιον] Οὐολοσίνιον vel Θύσκλον Niebuhr, Φαλίσκων A. Schäfer

7 23 ὃ εἰλήφεισαν εἰς Ῥώμην delevi