Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 37

Ol. 91, 4 : 413 a. Chr. 37

νέσϑαι παρὰ πᾶσιν ἀνϑρώποις, ὅτι τοὺς ᾿Αϑηναίους ἐνίκησεν οὐ μόνον τοῖς ὅπλοις, ἀλλὰ καὶ τῇ φιλανϑρωπίᾳ. φανήσονται γὰρ οἱ τῶν ἄλλων ὑπερέχειν ἡμερότητι σεμνυνόμενοι τῇ παρ᾽ ἡμῶν εὐγνωμοσύνῃ πολυωρούμενοι. καὶ οἱ πρῶτοι βωμὸν ἐλέου καϑιδρυσάμενοι τοῦτον ἐν τῇ πόλει τῶν Συρακοσίων εὑρήσουσιν. ἐξ ὧν πᾶσιν ἔσται φανερόν, ὡς ἐκεῖνοι μὲν δικαίως ἐσφάλησαν, ἡμεῖς δ᾽ ἀξίως ηὐτυχήσαμεν, εἴπερ οἱ μὲν τοιούτους ἀδικεῖν ἐπεχείρησαν οἱ καὶ πρὸς τοὺς ἐχϑροὺς εὐγνωμόνησαν, ἡμεῖς δὲ τοιούτους ἐνικήσαμεν οἱ καὶ τοῖς πολεμιωτάτοις μερίζουσι τὸν ἔλεον ἐτόλμησαν ἐπιβουλεῦσαι: ὥστε μὴ μόνον ὑπὸ τῶν ἄλλων κατηγορίας τυγχάνειν τοὺς ᾿Αϑηναίους, ἀλλὰ καὶ αὐτοὺς ἑαυτῶν καταγινώσκειν, εἰ τοιούτους ἄνδρας ἀδικεῖν ἐνεχείρησαν. καλόν, ὦ ἄνδρες Συρακόσιοι, κατάρξασϑαι φιλίας καὶ τῷ τῶν ἠτυχηκότων ἐλέῳ σπείσασϑαι τὴν διαφοράν. δεῖ γὰρ τὴν μὲν πρὸς τοὺς φίλους εὔνοιαν ἀϑάνατον φυλάττειν, τὴν δὲ πρὸς τοὺς ἐναντίους ἔχϑραν ϑνητήν: οὕτω γὰρ συμβήσεται τοὺς μὲν συμμάχους γίνεσϑαι πλείους, τοὺς δὲ πολεμίους ἐλάττους. τὴν δὲ διαφορὰν αἰώνιον διαφυλάττοντας παραδιδόναι παισὶ παίδων οὔτ᾽ εὔγνωμον οὔτε ἀσφαλές: ἐνίοτε γὰρ οἱ δοκοῦντες ὑπερέχειν ἐν ῥοπῇ καιροῦ τῶν πρότερον ὑποπεπτωκότων ἀσϑενέστεροι γίνονται. μαρτυρεῖ δ᾽ ὁ νῦν γενόμενος πόλεμος: οἱ γὰρ ἐπὶ πολιορκίᾳ παραγενόμενοι καὶ διὰ τὴν ὑπεροχὴν ἀποτειχίσαντες τὴν πόλιν ἐκ μεταβολῆς

Note a pie di pagina

1 3 οἱ add. Rhod.

2 4 ὑμῶν A

3 7 εὑρήσωσιν Pf

4 14 καὶ αὐτοὺς ἀλλὰ PA

5 23 οὔτε PA, οὔτ᾽ c