Textus Originalis

Ol. 98, 3 : 386 a. Chr. 361

Ol. 98, 3 : 386 a. Chr. 361

γραφῇ χρόνους. ἡ μὲν οὖν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως τεσσαρεσκαιδεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν Ῥηγίνων ἀνδραποδισμὸν ὑπὸ Διονυσίου καὶ τὴν ἅλωσιν τῆς Ῥώμης ὑπὸ Γαλατῶν, ἥτις ἐγένετο κατὰ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Περσῶν στρατείας εἰς Κύπρον ἐπ’ Εὐαγόραν τὸν βασιλέα· ἐν ταύτῃ δὲ τὴν ἀρχὴν ἀπὸ τούτου τοῦ πολέμου ποιησάμενοι καταλήξομεν ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας. Ἐπ᾽ ἄρχοντος γὰρ Ἀϑήνησι Μυστιχίδου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς κατέστησαν, Μάρκον Φούριον, ἔτι δὲ Γάιον καὶ Αἰμίλιον. ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ τῶν Περσῶν βασιλεὺς ἐστράτευσεν ἐπ᾽ Εὐαγόραν τὸν Κύπρου βασιλέα. πολὺν δὲ χρόνον ἀσχοληϑεὶς περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς συνεστήσατο δύναμιν ναυτικήν τε καὶ πεζὴν μεγάλην· τὸ μὲν γὰρ πεζὸν στράτευμα μυριάδων ἦν τριάκοντα σὺν ἱππεῦσι, τριήρεις δὲ κατεσκεύασε πλείους τῶν τριακοσίων. στρατηγοὺς δ᾽ ἀπέδειξε τῆς πεζῆς δυνάμεως Ὀρόνταν κηδεστήν, τῆς δὲ ναυτικῆς Τιρίβαζον, ἄνδρα μεγάλης ἀποδοχῆς τυγχάνοντα παρὰ τοῖς Πέρσαις. οὗτοι δὲ παραλαβόντες τὰς δυνάμεις ἐν Φωκαίᾳ καὶ Κύμῃ κατήντησαν εἰς Κιλικίαν, καὶ περαιωϑέντες εἰς Κύπρον ἐνεργῶς διῴκουν τὸν πόλεμον. ὁ δ᾽ Εὐαγόρας

Note a pie di pagina

1 Wess. (XII 2, 2)

2 5 τὸν] τῶν P

3 13 Φρούριον o-F καὶ del. Unger (cf. XIV 97, 1)

4 18 πεζικὴν P πεζῶν P

5 21 πεζικῆς P Ὀρόντην FJ

6 22 Τιρίβαζον A, Τειρίβαζον P, Τηρίβαζον c (item infra)

7 24 φωκέα PA