Textus Originalis

362 DIODOR. XV 2. 3.

362 DIODOR. XV 2. 3.

πρὸς μὲν τὸν Ἄκοριν τὸν Αἰγυπτίων βασιλέα, πολέμιον ὄντα Περσῶν, συμμαχίαν ἐποιήσατο καὶ δύναμιν ἀξιόλογον παρ᾽ αὐτοῦ προσελάβετο, παρ᾽ Ἑκατόμνου δὲ τοῦ Καρίας δυνάστου, λάϑρᾳ συμπράττοντος αὐτῷ, χρημάτων ἔλαβε πλῆϑος εἰς διατροφὴν ξενικῶν δυνάμεων· ὁμοίως δὲ καὶ [πρὸς] τοὺς ἄλλους τοὺς ἀλλοτρίως ἔχοντας πρὸς Πέρσας, τοὺς μὲν λαϑραίως, τοὺς δὲ καὶ φανερῶς ἐπεσπάσατο κοινωνήσοντας τοῦ Περσικοῦ πολέμου. ἐκυρίευε δὲ κατὰ μὲν τὴν Κύπρον τῶν πόλεων σχεδόν τι πασῶν, κατὰ δὲ τὴν Φοινίκην Τύρου καί τινων ἑτέρων. εἶχε δὲ τριήρεις μὲν ἐνενήκοντα, καὶ τούτων ὑπῆρχον Τύριαι μὲν εἴκοσι, Κύπριαι δ᾽ ἑβδομήκοντα, στρατιώτας δ᾽ ἰδίους μὲν ἑξακισχιλίους, παρὰ δὲ τῶν συμμάχων πολλῷ τούτων πλείους. πρὸς δὲ τούτοις μισϑοφόρους πολλοὺς ἐξενολόγει, ἔχων χρημάτων δαψίλειαν. ἔπεμψε δ᾽ αὐτῷ καὶ ὁ τῶν Ἀράβων βασιλεὺς στρατιώτας οὐκ ὀλίγους καὶ ἄλλοι τινὲς οἱ ἐν ὑποψίαις ὄντες τῷ τῶν Περσῶν βασιλεῖ. Οὗτος μὲν οὖν τοσαύτας ἀφορμὰς ἔχων τεϑαρρηκότως συγκατέβαινεν εἰς τὸν πόλεμον. καὶ πρῶτον μὲν λῃστρικὰς ἔχων ναῦς οὐκ ὀλίγας ἐφήδρευσε ταῖς κομιζομέναις τῶν πολεμίων ἀγοραῖς, καὶ τὰς μὲν αὐτῶν διέφϑειρεν ἐν ϑαλάττῃ, τὰς δὲ διεκώλυσεν, ἐνίας δὲ ἀφείλατο. διὸ καὶ τῶν ἐμπόρων μὴ τολμώντων εἰς τὴν Κύπρον παρακομίζειν

Note a pie di pagina

1 6 πρὸς del Wess.; διαπεμψάμενος post ἄλλους add. Reiske

2 11 πασῶν Dind. πλέον PA, τὸ πλέον c (cf. XVI 11, 3)

3 14 δ᾽ om. P

4 18 βαρβάρων Rhod., βαρβάρων o