Textus Originalis

Ol. 98, 3 : 386 a. Chr. 363

Ol. 98, 3 : 386 a. Chr. 363

σῖτον, μεγάλων δὲ δυνάμεων ἠϑροισμένων εἰς τὴν νῆσον, ταχὺ σιτοδεία κατέσχε τὸ τῶν Περσῶν στρατόπεδον. τῆς δ᾽ ἀπορίας γενομένης εἰς στάσιν, οἱ μισϑοφόροι τῶν Περσῶν ἐπὶ τοὺς ἡγεμόνας ὁρμήσαντες καί τινας ἀνελόντες ταραχῆς καὶ στάσεως ἐνέπλησαν τὸ στρατόπεδον. μόγις δ᾽ οἱ στρατηγοὶ τῶν Περσῶν καὶ ὁ τῆς ναυτικῆς δυνάμεως ἡγούμενος, ὀνομαζόμενος δὲ Γλῶς, κατέπαυσαν τὴν στάσιν. πλεύσαντες δὲ τῷ παντὶ στόλῳ καὶ σίτου πλῆϑος ἐκ τῆς Κιλικίας παρακομίσαντες, πολλὴν παρεῖχον τῆς τροφῆς δαψίλειαν. τῷ δ᾽ Εὐαγόρᾳ σίτου πλῆϑος ἱκανὸν ὁ βασιλεὺς Ἄκορις ἐκ τῆς Αἰγύπτου παρεκόμισε, καὶ χρήματα καὶ τὴν ἄλλην παρασκευὴν ἱκανὴν ἐξέπεμψεν. ὁ δ᾽ Εὐαγόρας ὁρῶν ἑαυτὸν πολὺ λειπόμενον τῇ ναυτικῇ δυνάμει, ἑξήκοντα μὲν ναῦς ἄλλας προσεπλήρωσε, πεντήκοντα δὲ παρὰ Ἀκόριδος ἐξ Αἰγύπτου μετεπέμψατο, ὥστε τὰς πάσας ἔχειν τριήρεις διακοσίας. ταύτας δὲ κοσμήσας πρὸς ναυμαχίαν καταπληκτικῶς, καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος, ἡτοιμάζετο πρὸς ναυμαχίαν. διὸ καὶ τοῦ βασιλικοῦ στόλου παραπλέοντος εἰς Κίτιον, ἀπροσδοκήτως ἐπιπλεύσας ταῖς ναυσὶ [συντεταγμέναις] πολλὰ τῶν Περσῶν ἐπλεονέκτει. ἐπέβαλε γὰρ συντεταγμέναις

Note a pie di pagina

1 8 Γλῶς Wess., Γαῶ P, Γαὼ v

2 11 παρεῖχον AFJL, παρέχων P, παρέσχον c τροφῆς PAF, τροφῆς τὴν c

3 12 πλῆϑος σίτου o-PAFJ

4 17 ακώριδος P

5 18 ἔχων τριήρεις P, τριήρεις ἔχειν v

6 20 ἀναπείρας Cobet

7 21 ναυμαχίαν] καταπληκτικῶς καὶ συνεχεῖς διαπείρας καὶ γυμνασίας ποιούμενος διὸ καὶ P, καταπληκτικῶς add. A

8 23 συντεταγμέναις del. Hert.