Textus Originalis
364 DIODOR. XV 3—5.
ναυσὶν ἐπὶ ἀσυντάκτους, καὶ προβεβουλευμένοις ἀνδράσι πρὸς ἀπροσδοκήτους ἀγωνιζόμενος εὐθὺς ἐν τῇ πρώτῃ συστάσει τὴν νίκην προκατεσκεύασεν· ἀϑρόαις γὰρ ταῖς τριήρεσιν ἐπιπλεύσας ἐπὶ διεσπαρμένας καὶ τεταραγμένας, ἃς μὲν διέφϑειρεν, ἃς δ᾽ ἐχειροῦτο. ὅμως δὲ τοῦ τε ναυάρχου τῶν Περσῶν Γλῶ καὶ τῶν ἄλλων ἡγεμόνων γενναίως ὑποστάντων, ἐγένετο ναυμαχία καρτερά, καϑ' ἣν ὁ Εὐαγόρας τὸ μὲν πρῶτον ὑπερεῖχεν, ὕστερον δὲ τοῦ Γλῶ μετὰ τοῦ βάρους ἐπενεχϑέντος καὶ γενναίως ἀγωνισαμένου συνέβη φυγεῖν τοὺς περὶ τὸν Εὐαγόραν καὶ πολλὰς τῶν τριήρων ἀποβαλεῖν. οἱ δὲ Πέρσαι τῇ ναυμαχίᾳ νικήσαντες εἰς Κίτιον πόλιν ἀμφοτέρας τὰς δυνάμεις ἤϑροισαν. ἐκ ταύτης δ᾽ ὁρμώμενοι πολιορκίαν συνεστήσαντο πρὸς τῇ Σαλαμῖνι, καὶ τὴν πόλιν ἐπόρϑουν κατὰ γῆν ἅμα καὶ κατὰ ϑάλατταν. καὶ Τιρίβαζος μὲν μετὰ τὴν ναυμαχίαν διαβὰς εἰς Κιλικίαν, κἀκεῖϑεν πορευϑεὶς πρὸς τὸν βασιλέα, τήν τε νίκην ἀπήγγειλε καὶ δισχίλια τάλαντα πρὸς τὸν πόλεμον ἀπεκόμισεν· Εὐαγόρας δὲ πρὸ μὲν τῆς ναυμαχίας παρὰ ϑάλατταν πεζῇ συμβαλὼν μέρει τῆς πεζῆς δυνάμεως προετέρησε καὶ πρὸς τὸ μέλλον εὐϑαρσὴς καϑειστήκει, τῇ δὲ ναυμαχίᾳ πταίσας καὶ συγκλεισϑεὶς εἰς πολιορκίαν ἀϑύμως εἶχεν. ὅμως δὲ κρίνας ἔχεσϑαι τοῦ πολέμου, Πνυταγόραν μὲν τὸν υἱὸν ἀπέλιπεν ἡγε-
Note a pie di pagina
1 7 et 10 Γαῶ PJ, Γαὼ c
2 10 τοῦ βάρους] τοὺς βαρβάρους P; βάρους Reiske
3 11 ευαγῶρα P
4 13 πόλιν] πάλιν P
5 15 πολιορκίας P σαλαμίνη P
6 16 ἅμα om. P
7 17 μετὰ] κατὰ PF1
8 25 ἀντέχεσθαι malim
9 26 Πυϑαγόραν o, corr. Wess.