Textus Originalis

Ol. 98, 3 : 386 a. Chr. 365

Ol. 98, 3 : 386 a. Chr. 365

μόνα τῶν ὅλων ποιήσας ἐν τῇ Κύπρῳ, αὐτὸς δ᾽ ἀναλαβὼν δέκα τριήρεις νυκτὸς ἔλαϑε τοὺς πολεμίους ἐκπλεύσας ἐκ τῆς Σαλαμῖνος. κομισϑεὶς δ᾽ εἰς τὴν Αἴγυπτον καὶ συντυχὼν τῷ βασιλεῖ, παρεκάλεσεν αὐτὸν ἐρρωμένως ἀντέχεσϑαι τοῦ πολέμου καὶ κοινὸν ἡγεῖσϑαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον. Ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν ἔγνωσαν στρατεύειν ἐπὶ τὴν Μαντίνειαν, οὐδὲν φροντίσαντες τῶν γεγενημένων σπονδῶν, διὰ τοιαύτας αἰτίας. προϋπαρχούσης τοῖς Ἕλλησι κοινῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου, καϑ' ἣν αἱ πόλεις ἅπασαι τὰς μὲν φρουρὰς ἀπετρίψαντο, τὴν δ᾽ αὐτονομίαν καϑ' ὁμολογίαν παρέλαβον, Λακεδαιμόνιοι φύσει φιλαρχοῦντες καὶ πολεμικοὶ ταῖς αἱρέσεσιν ὄντες, τὴν εἰρήνην ὥσπερ βαρὺ φορτίον οὐχ ὑπέμενον, τὴν δὲ προγεγενημένην τῆς Ἑλλάδος δυναστείαν ἐπιποϑοῦντες μετέωροι ταῖς ὁρμαῖς ὑπῆρχον πρὸς καινοτομίαν. εὐϑὺς οὖν τὰς μὲν πόλεις συνετάραττον καὶ διὰ τῶν ἰδίων φίλων στάσεις ἐγκατεσκεύαζον ἐν αὐταῖς, ὧν ἔνιαι πιϑανὰς ἀφορμὰς αὐτοῖς παρέσχοντο τῆς ταραχῆς. ἀπολαβοῦσαι γὰρ τὰς αὐτονομίας λόγον ἀπήτουν παρὰ τῶν ἐπιστατηκότων ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας· πικρῶν δὲ τῶν ἐλέγχων γινομένων διὰ τὸ μνησικακεῖν τοὺς δήμους, καὶ πολλῶν φυγαδευομένων, ἀπέδειξαν ἑαυτοὺς βοηϑοὺς τοῖς καταστασιαζομένοις. ὑποδεχόμενοι δὲ τούτους καὶ μετὰ δυνάμεως ἐκπέμπον-

Note a pie di pagina

1 11 τοῖς Ἑλληνικοῖς κοινῆς PALF1, τῆς Ἑλληνικῆς κοινῆς c; corr. Dind.

2 23 ἐπιστατηκότων PAFL