Textus Originalis

366 DIODOR. XV 5. 6.

366 DIODOR. XV 5. 6.

τες ἐπὶ τὰς καϑόδους, κατεδουλοῦντο τὸ μὲν πρῶτον τὰς ἀσϑενεστέρας πόλεις, μετὰ δὲ ταῦτα καὶ τὰς ἀξιολογωτέρας καταπολεμοῦντες ὑπηκόους ἐποίουν, οὐδὲ δύο ἔτη φυλάξαντες τὰς κοινὰς σπονδάς. πλησιόχωρον δ᾽ ὁρῶντες οὖσαν τὴν τῶν Μαντινέων πόλιν καὶ πλήϑουσαν ἀνδρῶν ἀλκίμων, ὑπώπτευσαν αὐτῆς τὴν αὔξησιν τὴν γινομένην ἐκ τῆς εἰρήνης, καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἔσπευδον ταπεινῶσαι. διὸ καὶ τὸ μὲν πρῶτον πρέσβεις ἀποστείλαντες πρὸς τὴν Μαντίνειαν προσέταττον τὰ μὲν τείχη καϑελεῖν, αὐτοὺς δὲ μετοικῆσαι πάντας εἰς τὰς ἀρχαίας πέντε κώμας, ἐξ ὧν εἰς τὴν Μαντίνειαν τὸ παλαιὸν συνῴκησαν· οὐδενὸς δὲ αὐτοῖς προσέχοντος, δύναμιν ἐκπέμψαντες ἐπολιόρκουν τὴν πόλιν. οἱ δὲ Μαντινεῖς εἰς τὰς Ἀϑήνας πρέσβεις ἀποστείλαντες ἠξίουν ἑαυτοῖς βοηϑῆσαι. οὐ προαιρουμένων δὲ τῶν Ἀϑηναίων παραβαίνειν τὰς κοινὰς συνϑήκας, ὅμως καϑ᾽ αὑτοὺς ὑποστάντες τὴν πολιορκίαν εὐρώστως ἠμύνοντο τοὺς πολεμίους. καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα τοῦτον τὸν τρόπον καινῶν πολέμων ἀρχὴν ἐλάμβανεν. Κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἀπολελυμένος τῶν πρὸς Καρχηδονίους πολέμων πολλὴν εἰρήνην καὶ σχολὴν εἶχεν. διὸ καὶ ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολλῆς σπουδῆς, καὶ τοὺς ἐν τούτοις δόξαν ἔχοντας μετεπέμπετο καὶ προτιμῶν αὐτοὺς συνδιέτριβε καὶ τῶν

Note a pie di pagina

1 5 ὁρῶντες add. Wurm, ἰδόντες Reiske (c. 20, 1)

2 6 πλήϑουσαν K, πλήϑους A, πλῆϑος c ἀλκίμων PAK, ἀλκίμων ἔχουσαν c