Textus Originalis

Ol. 98, 3 - 386 a. Chr. 367

Ol. 98, 3 - 386 a. Chr. 367

ποιημάτων ἐπιστάτας καὶ διορϑωτὰς εἶχεν. ὑπὸ δὲ τούτων διὰ τὰς εὐεργεσίας τοῖς πρὸς χάριν λόγοις μετεωριζόμενος ἐκαυχᾶτο πολὺ μᾶλλον ἐπὶ τοῖς ποιήμασιν ἢ τοῖς ἐν πολέμῳ κατωρϑωμένοις. τῶν συνόντων αὐτῷ ποιητῶν Φιλόξενος ὁ διϑυραμβοποιός, μέγιστον ἔχων ἀξίωμα κατὰ τὴν κατασκευὴν τοῦ ἰδίου ποιήματος, κατὰ τὸ συμπόσιον ἀναγνωσϑέντων τῶν τοῦ τυράννου ποιημάτων μοχϑηρῶν ὄντων ἐπηρωτήϑη περὶ τῶν ποιημάτων τίνα κρίσιν ἔχοι. ἀποκριναμένου δ᾽ αὐτοῦ παρρησιωδέστερον, ὁ μὲν τύραννος προσκόψας τοῖς ῥηϑεῖσι, καὶ καταμεμψάμενος ὅτι διὰ φϑόνον ἐβλασφήμησε, προσέταξε τοῖς ὑπηρέταις παραχρῆμα ἀπάγειν εἰς τὰς λατομίας. τῇ δ᾽ ὑστεραίᾳ τῶν φίλων παρακαλούντων συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον. προβαίνοντος δὲ τοῦ πότου, καὶ πάλιν τοῦ Διονυσίου καυχωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχϑαι προενεγκαμένου, καὶ ἐπερωτῶντος Ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν; ἄλλο μὲν οὐδὲν εἶπε, τοὺς δ᾽ ὑπηρέτας τοῦ Διονυσίου προσκαλεσάμενος ἐκέλευσεν αὑτὸν ἀπαγαγεῖν εἰς τὰς λατομίας. τότε μὲν οὖν διὰ τὴν εὐτραπελίαν τῶν λόγων μειδιάσας ὁ Διονύσιος ἤνεγκε τὴν παρρησίαν, τοῦ γέλωτος τὴν μέμψιν ἀμβλύνοντος· μετ᾽ ὀλίγον δὲ τῶν

Note a pie di pagina

1 1 ἐπιστάτας] ἐπικριτάς Bezzel

2 6 κατὰ τὴν] διὰ τὴν malim

3 9 ἐπερωτήθη o

4 17 πάλιν] πάλαι P

5 18 γενομένου PJL

6 20 προσένεγκ. f

7 23 αὐτὸν PAJL ἀπάγειν AF

8 26 τοῦ] τὴν τοῦ P; τὴν μέμψιν τοῦ γέλωτος F

9 26 ὀλίγον AFK τῶν om. P