Textus Originalis
368 DIODOR. XV 6—8.
γνωρίμων ἅμ᾽ ἐκείνου καὶ τοῦ Διονυσίου παραιτουμένων τὴν ἄκαιρον παρρησίαν, ὁ Φιλόξενος ἐπηγγείλατο παράδοξόν τινα ἐπαγγελίαν. ἔφη γὰρ διὰ τῆς ἀποκρίσεως τηρήσειν ἅμα καὶ τὴν ἀλήϑειαν καὶ τὴν εὐδόκησιν τοῦ Διονυσίου. καὶ οὐ διεψεύσϑη. τοῦ γὰρ τυράννου προενεγκαμένου τινὰς στίχους ἔχοντας ἐλεεινὰ πάϑη, καὶ ἐρωτήσαντος Ποῖά τινα φαίνεται τὰ ποιήματα; εἶπεν Οἰκτρά, διὰ τῆς ἀμφιβολίας ἀμφότερα τηρήσας. ὁ μὲν γὰρ Διονύσιος ἐδέξατο τὰ οἰκτρὰ εἶναι ἐλεεινὰ καὶ συμπαϑείας πλήρη, τὰ δὲ τοιαῦτα εἶναι ποιητῶν ἀγαϑῶν ἐπιτεύγματα, ὅϑεν ὡς ἐπῃνεκότα αὐτὸν ἀπεδέχετο· οἱ δ᾽ ἄλλοι τὴν ἀληϑινὴν διάνοιαν ἐκδεξάμενοι πᾶν τὸ οἰκτρὸν ἀποτεύγματος φύσιν εἰρῆσϑαι διελάμβανον. παραπλήσιον δὲ συνέβη καὶ περὶ Πλάτωνα τὸν φιλόσοφον γενέσϑαι. μεταπεμψάμενος γὰρ τὸν ἄνδρα τοῦτον τὸ μὲν πρῶτον ἀποδοχῆς ἠξίου τῆς μεγίστης, ὁρῶν αὐτὸν παρρησίαν ἔχοντα ἀξίαν τῆς φιλοσοφίας· ὕστερον δ᾽ ἔκ τινῶν λόγων προσκόψας αὐτῷ παντελῶς ἀπηλλοτριώϑη, καὶ προαγαγὼν εἰς τὸ πρατήριον ὡς ἀνδράποδον ἀπέδοτο μνῶν εἴκοσι. ἀλλὰ τοῦτον μὲν οἱ φίλοι συνελϑόντες ἐξηγόρασαν καὶ ἐξαπέστειλαν εἰς τὴν Ἑλλάδα, φιλικὴν νουϑεσίαν ἐπιφϑεγξάμενοι, διότι δεῖ τὸν σοφὸν τοῖς τυράννοις ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν· ὁ δὲ Διονύσιος τῆς εἰς τὰ ποιήματα σπουδῆς οὐκ ἀφι-
Note a pie di pagina
1 1 ἅμ᾽ ἐκείνου sive ἅμα κείνου] ἅμα o; ἅμα αὐτοῦ Madvig, ἅμα καὶ αὐτοῦ Hert.; ἅμα — Διονυσίου del. Cobet.
2 6 προσενεγκ. PAf
3 17 ὑποδοχῆς P
4 22 φίλοι Reiske, φιλόσοφοι o
5 24 σοφὸν] φιλόσοφον f
6 25 τυράννοις ὡς (om. ἢ) AF, cf. IX 28