Textus Originalis
Ol. 98, 4 : 385 a. Chr. 369
στάμενος εἰς μὲν τὴν Ὀλυμπιακὴν πανήγυριν ἐξαπέστειλε τοὺς εὐφωνοτάτους τῶν ὑποκριτῶν διαϑησομένους ἐν τοῖς ὄχλοις μετ᾽ ᾠδῆς τὰ ποιήματα. οὗτοι δὲ τὸ μὲν πρῶτον διὰ τὴν εὐφωνίαν ἐξέπληττον τοὺς ἀκούοντας, μετὰ δὲ ταῦτα ἀναϑεωρήσεως γενομένης κατεφρονήϑησαν καὶ πολὺν ἀπηνέγκαντο γέλωτα. ὁ δὲ Διονύσιος ἀκούσας τὴν τῶν ποιημάτων καταφρόνησιν ἐνέπεσεν εἰς ὑπερβολὴν λύπης· αἰεὶ δὲ μᾶλλον τοῦ πάϑους ἐπίτασιν λαμβάνοντος, μανιώδης διάϑεσις κατέσχε τὴν ψυχὴν αὐτοῦ, καὶ φϑονεῖν αὐτῷ φάσκων ἅπαντας τοὺς φίλους ὑπώπτευεν ὡς ἐπιβουλεύοντας. καὶ πέρας ἐπὶ τοσοῦτο προῆλϑε λύττης καὶ παρακοπῆς, ὥστε τῶν φίλων πολλοὺς μὲν ἐπὶ ψευδέσιν αἰτίαις ἀνελεῖν, οὐκ ὀλίγους δὲ καὶ ἐφυγάδευσεν· ἐν οἷς ἦν Φίλιστος καὶ Λεπτίνης ὁ ἀδελφός, ἄνδρες διαφέροντες ἀνδρείᾳ καὶ πολλὰς καὶ μεγάλας χρείας ἐν τοῖς πολέμοις αὐτῷ παρεσχημένοι. οὗτοι μὲν οὖν φυγόντες εἰς Θουρίους τῆς Ἰταλίας, καὶ παρὰ τοῖς Ἰταλιώταις μεγάλης ἀποδοχῆς τυγχάνοντες, ὕστερον δεηϑέντος τοῦ Διονυσίου διηλλάγησαν, καὶ κατελϑόντες εἰς τὰς Συρακούσας εἰς τὴν προϋπάρξασαν εὔνοιαν ἀποκατεστάϑησαν· ὁ δὲ Λεπτίνης ἔγημε τὴν Διονυσίου ϑυγατέρα. ταῦτα μὲν οὖν ἐπράχϑη κατὰ τοῦτον τὸν ἐνιαυτόν. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Δεξιϑέου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Λουκρήτιον καὶ Σε-
Note a pie di pagina
1 6 ἀπήνεγκαν τὸν γ. P
2 11 αὑτῷ Dind.
3 13 λύττης Schäfer, λύπης o
4 27 Σερούιον PAKL, Σερουίλιον c; cf. XIV 99, 1