Textus Originalis

370 DIODOR. XV 8. 9.

370 DIODOR. XV 8. 9.

ρούιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Εὐαγόρας μὲν ὁ τῶν Σαλαμινίων βασιλεὺς ἧκεν εἰς Κύπρον ἐξ Αἰγύπτου, κομίζων χρήματα παρὰ Ἀκόριδος τοῦ βασιλέως Αἰγύπτου ἐλάττονα τῶν προσδοκηϑέντων. καταλαβὼν δὲ τὴν Σαλαμῖνα πολιορκουμένην ἐνεργῶς, καὶ ὑπὸ τῶν συμμάχων καταλειπόμενος, ἠναγκάσϑη πρεσβεῦσαι περὶ συλλύσεως. ὁ δὲ Τιρίβαζος τῶν ὅλων ἔχων τὴν ἡγεμονίαν ἔφησε συγχωρῆσαι τὴν σύλλυσιν, ἐὰν Εὐαγόρας ἐκχωρήσῃ πασῶν τῶν κατὰ τὴν Κύπρον πόλεων, αὐτῆς δὲ μόνης τῆς Σαλαμῖνος βασιλεύων τελῇ τῷ Περσῶν βασιλεῖ κατ᾽ ἐνιαυτὸν φόρον ὡρισμένον καὶ ποιῇ τὸ προσταττόμενον ὡς δοῦλος δεσπότῃ. ὁ δ᾽ Εὐαγόρας, καίπερ βαρείας οὔσης τῆς αἱρέσεως, τὰ μὲν ἄλλα πάντα συνεχώρει, τὸ δ᾽ ὡς δοῦλον δεσπότῃ ποιεῖν τὸ προσταττόμενον ἀντέλεγεν, ἔφη δὲ [δεῖν] αὐτὸν ὡς βασιλέα βασιλεῖ δεῖν ὑποτετάχϑαι. οὐ συγχωροῦντος δὲ τοῦ Τιριβάξου, Ὀρόντης ὁ ἕτερος στρατηγός, φϑονῶν τῇ δόξῃ τοῦ Τιριβάξου, γράμματα λάϑρᾳ πρὸς τὸν Ἀρταξέρξην ἔπεμψε κατὰ τοῦ Τιριβάξου. κατηγόρει δ᾽ αὐτοῦ πρῶτον μὲν ὅτι δυνάμενος ἑλεῖν τὴν Σαλαμῖνα τοῦτο μὲν οὐ συντελεῖ, πρεσβείας δὲ προσδέχεται παρ᾽ αὐτοῦ καὶ συλλαλεῖ περὶ κοινοπραγίας, ὁμοίως δὲ καὶ πρὸς Λακεδαιμονίους συντίϑεται συμμαχίαν ἰδίᾳ, φίλος ὢν αὐτῶν· ὡς καὶ

Note a pie di pagina

1 1 Σελπίκιον P

2 3 συγχωρήσειν Steph.

3 10 αὐτῆς Dind. αὐτός o μόνος o-A

4 11 τελεῖ PAK

5 12 ποιεῖ o

6 14 αἱρέσεως] ἀποκρίσεως conicio ex c. 16, 1

7 16 δεῖν om. K αὑτὸν Dind.

8 17 δεῖν PAFK, om. c

9 18 ὀρόντις P

10 22 συνετέλει AJK —

11 23 αὐτοῦ] Εὐαγόρου Reiske συνελάλει Af κοινοπρ. o-PAJL

12 28 ἰδίᾳ Cobet, ἰδίαν o ὡς PAL, ὃς c