Textus Originalis

38 DIODOR. XIII 31. 32.

38 DIODOR. XIII 31. 32.

αἰχμάλωτοι γεγόνασιν, ὡς ὁρᾶτε. καλὸν οὖν ἐν ταῖς τῶν ἄλλων ἀτυχίαις ἡμέρους φανέντας ἕτοιμον ἔχειν τὸν παρὰ πάντων ἔλεον, ἐάν τι συμβαίνῃ τῶν ἀνϑρωπίνων. πολλὰ γὰρ ὁ βίος ἔχει παράδοξα, στάσεις πολιτικάς, λῃστείας, πολέμους, ἐν οἷς οὐ ῥᾴδιον διαφεύγειν τὸν κίνδυνον ἄνϑρωπον ὄντα. διόπερ εἰ τὸν πρὸς τοὺς ὑποπεπτωκότας ἔλεον ἀποκόψομεν, πικρὸν καϑ᾽ ἑαυτῶν νόμον ϑήσομεν εἰς ἅπαντα τὸν αἰῶνα. οὐ γὰρ δυνατὸν τοὺς ἄλλοις ἀνημέρως χρησαμένους αὐτοὺς παρ᾽ ἑτέρων τυχεῖν ποτὲ φιλανϑρωπίας, ἀλλὰ πράξαντας δεινὰ παϑεῖν εὐγνώμονα, καὶ παρὰ τοὺς τῶν ῾Ελλήνων ἐϑισμοὺς τοσούτους ἄνδρας φονεύσαντας ἐν ταῖς τοῦ βίου μεταβολαῖς ἐπιβοᾶσϑαι τὰ κοινὰ πάντων νόμιμα. τίς γὰρ ῾Ελλήνων τοὺς παραδόντας ἑαυτοὺς καὶ τῇ τῶν κρατούντων εὐγνωμοσύνῃ πιστεύσαντας ἀπαραιτήτου τιμωρίας ἠξίωκεν, ἢ τίς ἧττον τοῦ μὲν ὠμοῦ τὸν ἔλεον, τῆς δὲ προπετείας τὴν εὐλάβειαν ἔταξεν; πάντες δὲ ἀνατείνονται μὲν πρὸς τοὺς ἀντιταττομένους, εἴκουσι δὲ τοῖς ὑποπεπτωκόσιν, ὧν μὲν τὴν τόλμαν καταπονοῦντες, ὧν δὲ τὴν ἀτυχίαν οἰκτείροντες. ϑραύεται γὰρ ἡμῶν ὁ ϑυμός, ὅταν ὁ πρότερον ἐχϑρὸς ὢν ἐκ μεταβολῆς ἱκέτης γενόμενος ὑπομένῃ παϑεῖν ὅ,τι ἂν δοκῇ τοῖς κρατοῦσιν. ἁλίσκονται δ᾽, οἶμαι, τῶν ἡμέρων ἀνδρῶν

Note a pie di pagina

1 3 συμβαίῃ v

2 9 τοὺς PA, τοῖς c

3 ἄλλους P

4 11 ἀλλὰ O, ἄλλους τε Wess., οὐδὲ Rhod., καὶ Dind.; fort. πάλιν vel πολλά τε vel πράξαντας δὲ δεινά

5 13 φονεύσαντες PAK

6 17 ἠξίωσεν O, corr. Hert.

7 τίς] τῆς P

8 ἥττονα Dind.

9 τοῦ] τὸ P

10 22 πρότερος P

11 24 ὑπομενεῖ P, ὑπομένει AF

12 25 ἡμετέρων PK, ὁμοεϑνῶν Wurm