Textus Originalis
Ol. 98, 4 : 385 a. Chr. 371
Πυϑόδε τινὰς ἔπεμψεν ἐρησομένους τὸν ϑεὸν περὶ τῆς ἐπαναστάσεως, τὸ δὲ μέγιστον, ὅτι τοὺς ἡγεμόνας τῶν δυνάμεων ἰδίους εὐνοίαις κατασκευάζει, τιμαῖς καὶ δωρεαῖς, ἔτι δ᾽ ἐπαγγελίαις προσαγόμενος. ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν καὶ πιστεύσας ταῖς διαβολαῖς, ἔγραψε τῷ Ὀρόντῃ συλλαβεῖν τὸν Τιρίβαξον καὶ πρὸς ἑαυτὸν ἀποστεῖλαι. οὗ πράξαντος τὸ προσταχϑέν, ὁ μὲν Τιρίβαζος ἀναχϑεὶς ὡς τὸν βασιλέα καὶ κρίσεως τυχεῖν ἀξιώσας κατὰ μὲν τὸ παρὸν παρεδόϑη εἰς φυλακήν, μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἔχοντος πόλεμον πρὸς Καδουσίους καὶ τὴν κρίσιν ἀναβαλλομένου, διείλκυσε τὰ περὶ τοῦ δικαστηρίου. ὁ δ᾽ Ὀρόντης διαδεξάμενος τὴν ἡγεμονίαν τῶν ἐν τῇ Κύπρῳ δυνάμεων, καὶ τὸν Εὐαγόραν πάλιν τεϑαρρηκότως ὁρῶν ὑπομένοντα τὴν πολιορκίαν, πρὸς δὲ τούτοις τῶν στρατιωτῶν χαλεπῶς ὑπομενόντων τὴν σύλληψιν τοῦ Τιριβάξου, καὶ διὰ τοῦτο ἀπειϑούντων καὶ τὴν πολιορκίαν ἐγκαταλειπόντων, δείσας Ὀρόντης τὸ τῆς περιστάσεως παράλογον, ἐξέπεμψε πρὸς τὸν Εὐαγόραν τοὺς διαλεξομένους περὶ τῆς συλλύσεως καὶ κελεύσοντας συντίϑεσϑαι τὴν εἰρήνην, ἐφ᾽ οἷς ἐκεῖνος ἠξίου συντίϑεσϑαι πρὸς Τιρίβαζον. ὁ μὲν οὖν Εὐαγόρας παραδόξως ἐξιάσατο τὴν ἅλωσιν, καὶ συνέϑετο τὴν εἰρήνην, ὥστε βασιλεύειν τῆς Σαλαμῖνος καὶ τὸν ὡρισμένον διδόναι φόρον κατ᾽
Note a pie di pagina
1 1 Πυϑώδε] ἐν πυϑῶ δὲ P
2 3 ἰδίους] ταῖς add. Dind. κατασκευάζεται o-A
3 12 καλουσίους PA
4 13 ὁρόντας P
5 19 Ὀρόντης BA, ὁ Ὀρόντης c
6 24 ἐξιάσατο (cf. Eurip. El. 1024)] ἐξοσιοῦται o, ἐξωϑεῖται Steph. in mg., ἐξέστη τῆς Reiske