Textus Originalis
372 DIODOR. XV 9. 10.
ἐνιαυτὸν καὶ ὑπακούειν ὡς βασιλεὺς βασιλεῖ προστάττοντι. ὁ μὲν οὖν Κυπριακὸς πόλεμος δεκαετὴς σχεδὸν γεγενημένος καὶ τὸ πλέον τοῦ χρόνου περὶ παρασκευὰς ἀσχοληϑείς, διετῆ χρόνον τὸν ἐπὶ πᾶσι συνεχῶς πολεμηϑεὶς τοῦτον τὸν τρόπον κατελύϑη. ὁ δὲ τοῦ στόλου τὴν ναυαρχίαν ἔχων Γλῶς, γεγαμηκὼς τοῦ Τιριβάξου τὴν ϑυγατέρα, περίφοβος ὢν μήποτε συνεργεῖν δόξας τῷ Τιριβάξῳ περὶ τῆς ὑποϑέσεως τύχῃ τιμωρίας ὑπὸ τοῦ βασιλέως, ἔγνω καινῇ πραγμάτων ἐπιβολῇ τὰ καϑ' ἑαυτὸν ἀσφαλέζεσϑαι. εὐπορῶν δὲ χρημάτων καὶ στρατιωτῶν, ἔτι δὲ τοὺς τριηράρχους ταῖς εὐνοίαις ἰδίους πεποιημένος, διέγνω τοῦ βασιλέως ἀφίστασϑαι. εὐϑὺς οὖν πρὸς μὲν Ἄκοριν τὸν βασιλέα τῶν Αἰγυπτίων διαπρεσβευσάμενος συμμαχίαν συνέϑετο κατὰ τοῦ βασιλέως, πρὸς δὲ τοὺς Λακεδαιμονίους γράφων ἐπῆρε κατὰ τοῦ βασιλέως, καὶ χρημάτων πλῆϑος ἐπηγγέλλετο δώσειν καὶ τὰς ἄλλας ἐπαγγελίας μεγάλας ἐποιεῖτο, ὑπισχνούμενος συμπράξειν αὐτοῖς τὰ κατὰ τὴν Ἑλλάδα καὶ τὴν ἡγεμονίαν αὐτοῖς τὴν πάτριον συγκατασκευάζειν. οἱ δὲ Σπαρτιᾶται καὶ πάλαι μὲν διεγνώκεισαν ἀνακτᾶσϑαι τὴν ἡγεμονίαν, τότε δὲ συνετάραττον ἤδη τὰς πόλεις καὶ πᾶσιν ὑπῆρχον φανεροὶ τὰς πόλεις καταδουλούμενοι. πρὸς δὲ τούτοις ἀδοξοῦντες ἐπὶ τῷ δοκεῖν ἐν τῇ πρὸς τὸν βασιλέα συνϑέσει τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ἐκδότους πεποιηκέναι, μετεμέλοντο
Note a pie di pagina
1 2 δέκα ἔτη P
2 6 Γαῶς PA, Γαὼς c
3 7 ὢν Schäfer, ἦν o
4 10 αὑτὸν Af
5 15 ἔτι δὲ Dind., ἐπὶ PAFK, ἐπεὶ c
6 16 πρὸς δὲ — βασιλέως om. P
7 27 μετεμελῶντο PA