Textus Originalis

Ol. 98, 4 : 385 a. Chr. 373

Ol. 98, 4 : 385 a. Chr. 373

τοῖς πεπραγμένοις καὶ πρόφασιν εὔλογον ἐζήτουν τοῦ πρὸς τὸν Ἀρταξέρξην πολέμου. διόπερ ἄσμενοι συνέϑεντο πρὸς τὸν Γλῶ τὴν συμμαχίαν. Ἀρταξέρξης δὲ καταλύσας τὸν πρὸς Καδουσίους πόλεμον προέϑηκε κρίσιν Τιριβάξῳ, καὶ δικαστὰς τρεῖς ἀπέδωκε τῶν μάλιστα εὐδοκιμούντων παρὰ τοῖς Πέρσαις. κατὰ τούτους δὲ τοὺς χρόνους ἕτεροι δικασταὶ δόξαντες κακῶς κρίνειν ζῶντες ἐξεδάρησαν, καὶ ὑπὲρ τῶν δικαστικῶν δίφρων περιταϑέντων τῶν δερμάτων ἐπὶ τούτων ἐδίκαζον οἱ δικασταί, παρ᾽ ὀφϑαλμοὺς ἔχοντες παράδειγμα τῆς ἐν τῷ κακῶς κρίνειν τιμωρίας. οἱ μὲν οὖν κατηγοροῦντες τὴν ἐπιστολὴν ἀναγνόντες τὴν πεμφϑεῖσαν ὑπὸ τοῦ Ὀρόντου, ταύτην ἱκανὴν ἔφασαν ἔχειν πρὸς κατηγορίαν· ὁ δὲ Τιρίβαζος πρὸς μὲν τὴν κατὰ τὸν Εὐαγόραν διαβολὴν [ἀνεγίνωσκε] τὴν ὑπ᾽ Ὀρόντου γεγενημένην ..... ὑπακούσειν ὡς βασιλέα βασιλεῖ προήνεγκεν ἑαυτὸν δὲ τὴν εἰρήνην συντεϑεῖσϑαι, ὥστε ὑπακούειν Εὐαγόραν τῷ βασιλεῖ ὡς δοῦλον δεσπότῃ· περὶ δὲ τῶν χρησμῶν ἔφησε μὴ χρηματίζειν τὸν ϑεὸν καϑόλου περὶ ϑανάτου, καὶ τούτου μάρτυρας παρείχετο πάντας τοὺς παρόντας Ἕλληνας. περὶ δὲ τῆς φιλίας τῆς πρὸς Λακεδαιμονίους ἀπελογεῖτο, λέγων οὐκ ἐπὶ τῷ ἰδίῳ συμφέροντι, ἀλλ᾽ ἐπὶ τῷ

Note a pie di pagina

1 3 Γαὼ o

2 4 καλουσίους P

3 6 εὐδοκιμούντων] εὐδοκουμένων o

4 9 περιτεϑέντων o, corr. Reiske

5 11 ἐν] ἐπὶ malim

6 14 ἱκανῶς, aut εἶναι pro ἔχειν, aut πρὸς del. Hert.

7 16 ἀνεγίνωσκε del. Dind.

8 17 γεγενημένην] συνϑήκην τὸν Εὐαγόραν add. Rhod. σύλλυσιν ὥστε αὐτὸν add. Dind. ὑπάκουσιν v, ὑπακούειν Dind. προσήνεγκεν O; προήνεγκε δὲ ἑαυτὸν Rhod.

9 18 συντίϑεσϑαι o, corr. Reiske

10 21 ϑανάτου] ἀποστάτου Wurm, τῶν στάσεων Bezzel ex c. 8, 4