Textus Originalis
374 DIODOR. XV 10—12.
τοῦ βασιλέως λυσιτελεῖ πεποιῆσϑαι τὴν φιλίαν· καὶ διὰ ταύτης παρεδείκνυε τῶν μὲν Λακεδαιμονίων παρῃρῆσϑαι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, τῷ δὲ βασιλεῖ παραδεδόσϑαι ἐκδότους. ἐπὶ τελευτῆς δὲ τῆς ἀπολογίας ὑπέμνησε τοὺς δικαστὰς ὧν τὸν βασιλέα πρότερον ἦν εὐεργετηκώς. λέγεται δὲ πολλὰς μὲν καὶ ἄλλας χρείας ἐνδεδεῖχϑαι τῷ βασιλεῖ, μίαν δὲ μεγίστην, ἐξ ἧς αὐτὸν ϑαυμασϑῆναι συνέβη καὶ μέγιστον γενέσϑαι φίλον· κατὰ γάρ τινα κυνηγίαν ἐφ᾽ ἅρματος ὀχουμένου τοῦ βασιλέως δύο λέοντας ἐπ᾽ αὐτὸν ὁρμῆσαι, καὶ τῶν μὲν ἵππων τῶν ἐν τῷ τεϑρίππῳ δύο διασπάσαι, τὴν δ᾽ ὁρμὴν ἐπ᾽ αὐτὸν ποιεῖσϑαι τὸν βασιλέα, καϑ' ὃν δὴ καιρὸν ἐπιφανέντα τὸν Τιρίβαξον τοὺς μὲν λέοντας ἀποκτεῖναι, τὸν δὲ βασιλέα ἐκ τῶν κινδύνων ἐξελέσϑαι. ἔν τε τοῖς πολέμοις ἀνδρείᾳ διενεγκεῖν φασὶν αὐτὸν καὶ κατὰ τὰς συμβουλὰς οὕτως εὐστοχεῖν, ὥστε τὸν βασιλέα χρώμενον ταῖς ἐκείνου παραγγελίαις μηδέποτε διαμαρτεῖν. τοιαύτῃ δ᾽ ἀπολογίᾳ χρησάμενος ὁ Τιρίβαζος ἀπελύϑη τῶν ἐγκλημάτων ὡμολογημένως ὑπὸ πάντων τῶν δικαστῶν. ὁ δὲ βασιλεὺς καϑ' ἕνα τῶν δικαστῶν προσκαλούμενος ἐπηρώτησε, τίσι δικαίοις προσσχὼν ἕκαστος ἀπέλυσε τὸν κατηγορούμενον. ὁ μὲν οὖν πρῶτος ἔφησε, ϑεωρῶν τὰ μὲν ἐγκλήματα ἀμφισβητούμενα, τὰς δ᾽ εὐεργεσίας ὁμολογουμένας οὔσας· ὁ δὲ δεύτερος ἔφησε, καὶ τιϑεμένων ἀληϑινῶν τῶν ἐγκλημάτων, ὅμως τὰς εὐερ-
Note a pie di pagina
1 6 πολλὰς μὲν καὶ ἄλλας P, καὶ ἄλλας μὲν πολλὰς o
2 16 πολέμοις Rhod., πολεμίοις o (XIV 67, 4) διενέγκαι ALf
3 17 τὰς add. Dind.
4 23 προσχὼν o