Textus Originalis
Ol. 98, 4 : 385 a. Chr. 375
γεσίας μείζους εἶναι τῆς ἁμαρτίας· ὁ δὲ τρίτος εἶπεν ὅτι τὰς μὲν εὐεργεσίας οὐ τίϑεται πρὸς λόγον διὰ τὸ τὰς περὶ αὐτῶν χάριτας καὶ τιμὰς πολλαπλασίας ἀπειληφέναι παρὰ τοῦ βασιλέως τὸν Τιρίβαξον, αὐτῶν δὲ τῶν ἐγκλημάτων κατ᾽ ἰδίαν ϑεωρουμένων μὴ φαίνεσϑαι τούτοις ἔνοχον εἶναι τὸν κατηγορούμενον. ὁ δὲ βασιλεὺς τοὺς μὲν δικαστὰς ἐπήνεσεν, ὡς δικαίως κεκρικότας, τὸν δὲ Τιρίβαξον ταῖς νομιζομέναις μεγίσταις τιμαῖς ἐκόσμησεν. τοῦ δὲ Ὀρόντου καταγνοὺς ὡς ψευδῆ κατηγορίαν πεπλακότος ἔκ τε τῶν φίλων ἐξέκρινε καὶ ταῖς ἐσχάταις ἀτιμίαις περιέβαλεν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν. Κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμονίων πορϑούντων Μαντίνειαν, τὸ μὲν ϑέρος διετέλεσαν οἱ Μαντινεῖς γενναίως ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους· ἐδόκουν γὰρ ἀνδρείᾳ διαφέρειν τῶν Ἀρκάδων, καὶ διὰ τοῦϑ᾽ οἱ Λακεδαιμόνιοι πρότερον εἰώϑεισαν ἐν ταῖς μάχαις τούτους παραστάτας ἔχειν καὶ πιστοτάτους τῶν συμμάχων· τοῦ δὲ χειμῶνος ἐνστάντος, καὶ τοῦ παρὰ τὴν Μαντίνειαν ποταμοῦ μεγάλην αὔξησιν ἐκ τῶν ὄμβρων λαβόντος, οἱ Λακεδαιμόνιοι τὸ ῥεῦμα τοῦ ποταμοῦ διαλαβόντες μεγάλοις χώμασιν ἀπέστρεψαν τὸν ποταμὸν εἰς τὴν πόλιν καὶ πάντα τὸν σύνεγγυς τόπον ἐποίησαν λιμνάζειν. διὸ καὶ τῶν οἰκιῶν πιπτουσῶν καταπλαγέντες οἱ Μαντινεῖς ἠναγκάσϑησαν τὴν πόλιν παραδοῦναι τοῖς Λακεδαιμονίοις. οἱ δὲ παραλαβόντες ἄλλο μὲν οὐϑὲν
Note a pie di pagina
1 1 μείζων P αὐτῶν L, αὐτὸν c
2 10 καταγνόντος PAf
3 11 τε] γε o