Textus Originalis
376 DIODOR. XV 12—14.
κακὸν εἰργάσαντο τοὺς Μαντινεῖς, προσέταξαν δὲ εἰς τὰς ἀρχαίας κώμας μετοικισϑῆναι. διόπερ ἠναγκάσϑησαν τὴν μὲν ἰδίαν πατρίδα κατασκάπτειν, εἰς δὲ τὰς κώμας μετοικῆσαι. Ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἔγνω κατὰ τὸν Ἀδρίαν πόλεις οἰκίζειν. τοῦτο δὲ ἔπραττε διανοούμενος τὸν Ἰόνιον καλούμενον πόρον ἰδιοποιεῖσϑαι, ἵνα τὸν ἐπὶ τὴν Ἤπειρον πλοῦν ἀσφαλῆ κατασκευάσῃ καὶ πόλεις ἔχῃ ἰδίας εἰς τὸ δύνασϑαι ναυσὶ καϑορμισϑῆναι. [ἔσπευδε γὰρ ἄφνω μεγάλαις δυνάμεσιν ἐπιπλεῦσαι τοῖς κατὰ τὴν Ἤπειρον τόποις καὶ συλῆσαι τὸ ἐν Δελφοῖς τέμενος, γέμον πολλῶν χρημάτων.] διὸ καὶ πρὸς Ἰλλυριοὺς ἐποιήσατο συμμαχίαν δι’ Ἀλκέτου τοῦ Μολοττοῦ, ὃς ἐτύγχανε φυγὰς ὢν καὶ διατρίβων ἐν ταῖς Συρακούσαις. τῶν δ᾽ Ἰλλυριῶν ἐχόντων πόλεμον, ἐξαπέστειλεν αὐτοῖς συμμάχους στρατιώτας δισχιλίους καὶ πανοπλίας Ἑλληνικὰς πεντακοσίας. οἱ δ᾽ Ἰλλυριοὶ τὰς μὲν πανοπλίας ἀνέδωκαν τοῖς ἀρίστοις τῶν στρατιωτῶν, τοὺς δὲ στρατιώτας κατέμιξαν τοῖς ἰδίοις στρατιώταις. πολλὴν δὲ δύναμιν ἀϑροίσαντες ἐνέβαλον εἰς τὴν Ἤπειρον καὶ κατῆγον τὸν Ἀλκέταν ἐπὶ τὴν τῶν Μολοττῶν βασιλείαν. οὐδενὸς δ᾽ αὐτοῖς προσέχοντος, τὸ μὲν πρῶτον ἐπόρϑησαν τὴν χώραν, μετὰ δὲ ταῦτα τῶν Μολοττῶν ἀντιταττομένων ἐγένετο μάχη καρτερά, καϑ' ἣν νικήσαντες οἱ Ἰλλυριοὶ
Note a pie di pagina
1 2 διόπερ — μετοικῆσαι om. A
2 10 ἔχει P, ἔχειν A
3 13 συλήσειν o, corr. Steph.
4 14 συμμαχίαν] τὴν συμμαχίαν P
5 20 διέδωκαν fort.
6 23 κατήγαγον o, corr. Dind.