Textus Originalis
Ol. 99, 1 : 384 a. Chr. 377
κατέκοψαν τῶν Μολοττῶν πλείους τῶν μυρίων πεντακισχιλίων. τοιαύτῃ δὲ συμφορᾷ τῶν Ἠπειρωτῶν περιπεσόντων, Λακεδαιμόνιοι πυϑόμενοι τὰ συμβεβηκότα συμμαχίαν ἐξέπεμψαν τοῖς Μολοττοῖς, δι’ ἧς τοῦ πολλοῦ ϑράσους ἔπαυσαν τοὺς βαρβάρους. Ἅμα δὲ τούτοις πραττομένοις Πάριοι κατά τινὰ χρησμὸν ἀποικίαν ἐκπέμψαντες εἰς τὸν Ἀδρίαν ἔκτισαν ἐν αὐτῷ νῆσον τὴν ὀνομαζομένην Φάρον, συμπράξαντος αὐτοῖς Διονυσίου τοῦ τυράννου. οὗτος γὰρ ἀποικίαν ἀπεσταλκὼς εἰς τὸν Ἀδρίαν οὐ πολλοῖς πρότερον ἔτεσιν ἐκτικὼς ἦν τὴν πόλιν τὴν ὀνομαζομένην Λίσσον. ἐκ ταύτης οὖν ὁρμώμενος Διονύσιος ........ σχολὴν ἄγων κατεσκεύασε νεώρια διακοσίαις τριήρεσι, καὶ τεῖχος περιέβαλε τῇ πόλει τηλικοῦτο τὸ μέγεϑος, ὥστε τῇ πόλει γενέσϑαι τὸν περίβολον μέγιστον τῶν Ἑλληνίδων πόλεων. κατεσκεύασε δὲ καὶ γυμνάσια μεγάλα παρὰ τὸν Ἄναπον ποταμόν, ϑεῶν τε ναοὺς κατεσκεύασε καὶ τἄλλα τὰ συντείνοντα πρὸς αὔξησιν πόλεως καὶ δόξαν. Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυϑότος Ἀϑήνησι μὲν ἦρχε Διοτρέφης, ἐν Ῥώμῃ δ᾽ ὕπατοι κατεστάϑησαν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος, παρὰ δ᾽ Ἠλείοις ὀλυμπιὰς ἤχϑη ἐνενηκοστὴ ἐνάτη, καϑ' ἣν ἐνίκα στάδιον Δίκων Συρακόσιος. ἐπὶ δὲ τούτων Πάριοι μὲν τὴν Φάρον οἰκίσαντες τοὺς [τε] προενοικοῦντας βαρβάρους ἔν τινι χωρίῳ καϑ᾽ ὑπερβολὴν ὀχυρῷ ὄντι εἴασαν κατοικεῖν ἀσινεῖς, αὐτοὶ
Note a pie di pagina
1 12 λίσον P
2 13 deest cum multis aliis nomen Syracusarum
3 20 ἐνιαυσιαίου o-PJL
4 23 cf. XIV 109, 1
5 25 μὲν] πρῶτον μὲν fort. τε o, μὲν Schäfer —
6 27 εἴασαν om. A, post ἀσινεῖς f αὐτοὶ om. A