Textus Originalis

378 DIODOR. XV 14. 15.

378 DIODOR. XV 14. 15.

δὲ παρὰ ϑάλατταν κτίσαντες πόλιν ἐτείχισαν. μετὰ δὲ ταῦτα τῶν προοικούντων ἐν τῇ νήσῳ βαρβάρων δυσχεραινόντων ἐπὶ τῇ παρουσίᾳ τῶν Ἑλλήνων, καὶ μεταπεμπομένων τοὺς πέραν κατοικοῦντας Ἰλλυριούς, μικροῖς πλοίοις πολλοῖς διέβησαν εἰς τὴν Φάρον, ὄντες ὑπὲρ τοὺς μυρίους, καὶ τοὺς Ἕλληνας πορϑοῦντες τε ἀνήρουν. ὁ δ᾽ ἐν τῇ Λίσσῳ καϑεσταμένος ἔπαρχος ὑπὸ Διονυσίου τριήρεις πλείους ἔχων ἐπέπλευσε τοῖς τῶν Ἰλλυριῶν πλοιαρίοις, καὶ τὰ μὲν βυϑίσας, τὰ δὲ χειρωσάμενος, ἀπέκτεινε τῶν βαρβάρων πλείους τῶν πεντακισχιλίων, ἐξώγρησε δὲ περὶ δισχιλίους. Διονύσιος δὲ χρημάτων ἀπορούμενος ἐστράτευσεν ἐπὶ Τυρρηνίαν, ἔχων τριήρεις ἑξήκοντα, πρόφασιν μὲν φέρων τὴν τῶν λῃστῶν κατάλυσιν, τῇ δ᾽ ἀληϑείᾳ συλήσων ἱερὸν ἅγιον, γέμον μὲν ἀναϑημάτων πολλῶν, καϑιδρυμένον δ᾽ ἐν ἐπινείῳ πόλεως Ἀγύλλης Τυρρηνίδος· τὸ δ᾽ ἐπίνειον ὠνομάζετο Πύργοι. καταπλεύσας δὲ νυχτὸς καὶ τὴν δύναμιν ἐκβιβάσας, ἅμ᾽ ἡμέρᾳ προσπεσὼν ἐκράτησε τῆς ἐπιβολῆς· ὀλίγων γὰρ ὄντων ἐν τῷ χωρίῳ φυλάκων, βιασάμενος αὐτοὺς ἐσύλησε τὸ ἱερὸν καὶ συνήϑροισεν οὐκ ἔλαττον ταλάντων χιλίων. τῶν δὲ Ἀγυλλαίων ἐκβοηϑησάντων μάχῃ τε ἐκράτησεν αὐτῶν καὶ πολλοὺς αἰχμαλώτους λαβὼν καὶ τὴν χώραν πορϑήσας ἐπανῆλϑεν εἰς τὰς Συρακούσας. ἀποδόμενος δὲ τὰ λάφυρα συνήγαγεν οὐκ ἐλάττω ταλάντων πεντακοσίων. εὐπορήσας δὲ χρημάτων, ἐμισϑοῦτο στρατιωτῶν παντοδαπῶν πλῆϑος, καὶ

Note a pie di pagina

1 7 λίσῳ A, λίση P

2 17 Ἀγέλης PAF

3 23 ἀγυλαίων P