Textus Originalis
Ol. 99, 2 : 383 a. Chr. 379
δύναμιν ἀξιόλογον συστησάμενος φανερὸς ἦν πολεμήσων Καρχηδονίοις. ταῦτα μὲν οὖν ἐπράχϑη κατὰ τοῦτον τὸν ἐνιαυτόν. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Φανοστράτου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τέτταρας, Λεύκιον Λουκρήτιον, Σέντιον Σουλπίκιον, Λεύκιον Αἰμίλιον, Λεύκιον Φούριον. ἐπὶ δὲ τούτων Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος παρασκευασάμενος πολεμεῖν Καρχηδονίοις, ἐζήτει λαβεῖν πρόφασιν εὔλογον τοῦ πολέμου. ὁρῶν οὖν τὰς ὑπὸ Καρχηδονίους τεταγμένας πόλεις οἰκείως ἐχούσας πρὸς ἀπόστασιν, προσεδέχετο τὰς βουλομένας ἀφίστασϑαι, καὶ συμμαχίαν πρὸς αὐτὰς συντιϑέμενος ἐπιεικῶς προσεφέρετο ταύταις. οἱ δὲ Καρχηδόνιοι τὸ μὲν πρῶτον πρέσβεις ἀποστέλλοντες πρὸς τὸν δυνάστην ἀπήτουν τὰς πόλεις· μὴ προσέχοντος δὲ αὐτοῦ συνέβη ταύτην ἀρχὴν γενέσϑαι τοῦ πολέμου. Καρχηδόνιοι μὲν οὖν πρὸς τοὺς Ἰταλιώτας συμμαχίαν ποιησάμενοι κοινῇ τὸν πόλεμον ἐπανείλαντο πρὸς τὸν τύραννον· προορώμενοι δ᾽ ἐμφρόνως τὸ μέγεϑος τοῦ πολέμου, τῶν τε πολιτῶν τοὺς εὐθέτους κατέλεγον στρατιώτας καὶ χρημάτων προχειρισάμενοι πλῆϑος ξενικὰς δυνάμεις μεγάλας ἐμισϑοῦντο. καταστήσαντες δὲ στρατηγὸν Μάγωνα τὸν βασιλέα, πολλὰς μυριάδας στρατιωτῶν ἐπεραίωσαν εἰς τὴν
Note a pie di pagina
1 6 Λουκρίτιον F Σουλπίκιον v Λεύκιον — Φούριον om. A
2 7 φρούριον P; cf. XIV 107, 1 ὁ om. PAFK
3 14 τὸ μὲν — ἀπήτουν om. P
4 18 οὖν add. Dind. — Ἰταλιώτας Wess. et Dind., παρόντας o
5 20 εὐφρόνως P
6 22 πλῆϑος προχειρισάμενοι AF; πορισάμενοι Reiske