Textus Originalis

380 DIODOR. XV 15—17.

380 DIODOR. XV 15—17.

Σικελίαν καὶ τὴν Ἰταλίαν, διαπολεμεῖν ἐξ ἀμφοτέροις βουλόμενοι. ὁ δὲ Διονύσιος καὶ αὐτὸς τὰς δυνάμεις διελόμενος, τῷ μὲν ἑνὶ μέρει πρὸς τοὺς Ἰταλιώτας διηγωνίζετο, τῷ δὲ ἑτέρῳ πρὸς τοὺς Φοίνικας. πολλαὶ μὲν οὖν κατὰ μέρος ἐγίνοντο μάχαι τοῖς στρατοπέδοις καὶ συμπλοκαὶ μικραὶ καὶ συνεχεῖς, ἐν αἷς οὐδὲν ἀξιόλογον ἔργον συνετελέσϑη, δύο δὲ παρατάξεις ἐγένοντο μεγάλαι καὶ περιβόητοι. καὶ τῇ μὲν πρώτῃ Διονύσιος ϑαυμαστῶς ἀγωνισάμενος περὶ τὰ καλούμενα Κάβαλα προετέρησε, καὶ πλείους μὲν τῶν μυρίων ἀνεῖλε τῶν βαρβάρων, οὐκ ἐλάττους δὲ τῶν πεντακισχιλίων ἐξώγρησε· τὸ δ᾽ ἄλλο πλῆϑος ἠνάγκασε καταφυγεῖν ἐπί τινα λόφον ἐρυμνὸν καὶ ἄνυδρον παντελῶς. ἔπεσε δὲ καὶ Μάγων ὁ βασιλεὺς αὐτῶν ἀγωνισάμενος λαμπρῶς. οἱ δὲ Φοίνικες καταπλαγέντες τὸ μέγεϑος τῆς συμφορᾶς εὐϑὺς διεπρεσβεύσαντο περὶ διαλύσεων. ὁ δὲ Διονύσιος ἀπεφήνατο [τῷ] μίαν αὐτοῖς εἶναι σύλλυσιν, ἐὰν ἐκχωρήσωσι τῶν κατὰ τὴν Σικελίαν πόλεων καὶ τὰ δαπανηϑέντα χρήματα κατὰ τὸν πόλεμον ἐκτίσωσιν. βαρείας δὲ καὶ ὑπερηφάνου τῆς ἀποκρίσεως δοκούσης ὑπάρχειν, οἱ Καρχηδόνιοι τῇ συνήϑει πανουργίᾳ κατεστρατήγησαν τὸν Διονύσιον. προσποιηϑέντες οὖν εὐδοκεῖν ταῖς ὁμολογίαις, ἔφησαν αὐτοὺς μὲν μὴ ὑπάρχειν κυρίους τῆς τῶν πόλεων παραδόσεως, ἵνα δὲ τοῖς ἄρχουσι διαλεχϑῶσι

Note a pie di pagina

1 1 ἐξ add. Wess.; ἐν ἀμφοτέρᾳ fort.

2 3 ἐγίνοντο P

3 14 ἔρημον fort. (XIV 88, 29)

4 17 διαλύσεως fort.

5 18 τῷ PA2, om. c

6 19 τὴν om. F

7 24 εὐδοκεῖν vel εὐδοκῆσαι] εὐδοκεῖσθαι o

8 25 αὑτοὺς Dind.