Textus Originalis
Ol. 91, 4 : 413 a. Chr. 39
αἱ ψυχαὶ μάλιστά πως ἐλέῳ διὰ τὴν κοινὴν τῆς φύσεως ὁμοπάϑειαν. ᾿Αϑηναῖοι γὰρ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἰς τὴν Σφακτηρίαν νῆσον πολλοὺς τῶν Λακεδαιμονίων κατακλείσαντες καὶ λαβόντες αἰχμαλώτους ἀπελύτρωσαν τοῖς Σπαρτιάταις. πάλιν Λακεδαιμόνιοι πολλοὺς τῶν ᾿Αϑηναίων καὶ τῶν συμμάχων αἰχμαλωτισάμενοι παραπλησίως ἐχρήσαντο. καὶ καλῶς ἀμφότεροι ταῦτ᾽ ἔπραξαν. δεῖ γὰρ τοῖς ῞Ελλησι τὴν ἔχϑραν εἶναι μέχρι τῆς νίκης, καὶ κολάζειν μέχρι τοῦ κρατῆσαι τῶν ἐναντίων. ὁ δὲ περαιτέρω τὸν ὑποπεσόντα καὶ πρὸς τὴν τοῦ κρατοῦντος εὐγνωμοσύνην προσφεύγοντα τιμωρούμενος οὐκέτι τὸν ἐχϑρὸν κολάζει, πολὺ δὲ μᾶλλον ἀδικεῖ τὴν ἀνϑρωπίνην ἀσϑένειαν. εἴποι γὰρ ἄν τις πρὸς τὴν τοῦ τοιούτου σκληρότητα τὰς τῶν πάλαι σοφῶν ἀποφάσεις, ῎Ανϑρωπε, μὴ μέγα φρόνει, γνῶϑι σαυτόν, ἰδὲ τὴν τύχην ἁπάντων οὖσαν κυρίαν. τίνος γὰρ χάριν οἱ πρόγονοι πάντων τῶν ῾Ελλήνων ἐν ταῖς κατὰ πόλεμον νίκαις κατέδειξαν οὐ διὰ λίϑων, διὰ δὲ τῶν τυχόντων ξύλων ἱστάναι τὰ τρόπαια; ἆρ᾽ οὐχ ὅπως ὀλίγον χρόνον διαμένοντα ταχέως ἀφανίζηται τὰ τῆς ἔχϑρας ὑπομνήματα; καϑόλου δ᾽ εἰ μὲν αἰώνιον ἵστασϑαι τὴν διαφορὰν βούλεσϑε, μάϑετε τὴν ἀνϑρωπίνην ἀσϑένειαν ὑπερφρονοῦντες: εἷς γὰρ καιρὸς καὶ βραχεῖα ῥοπὴ τύχης ταπεινοῖ πολλάκις τοὺς ὑπερη-
Note a pie di pagina
1 2 ὁμοιοπάϑειαν v
2 5 λαβόντες] τοὺς add. PA
3 6 πολλοὺς] τοὺς πολλοὺς A
4 11 πρὸς om. A
5 14 εἴποι Hert., εἶπεν P, εἶπε v
6 15 τοῦ τοιούτου PA, τούτου c
7 17 ἰδὲ] εἰ δὲ P¹F, ἴδε c
8 18 γὰρ om. F, del. P²
9 20 οὐ] οἱ P
10 23 ἵστασϑαι] κτᾶσϑαι Cobet