Textus Originalis
Ol. 99, 2 : 383 a. Chr. 381
περὶ τούτων, ἠξίωσαν τὸν Διονύσιον ὀλίγας ἡμέρας ἀνοχὰς ποιήσασϑαι. συγχωρήσαντος δὲ τοῦ δυνάστου καὶ τῶν ἀνοχῶν γενομένων, ὁ μὲν Διονύσιος περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα τὴν Σικελίαν πᾶσαν παραληψόμενος, οἱ δὲ Καρχηδόνιοι Μάγωνα μὲν τὸν βασιλέα μεγαλοπρεπῶς ἔϑαψαν, ἀντὶ δ᾽ ἐκείνου στρατηγὸν κατέστησαν τὸν υἱὸν αὐτοῦ, νέον μὲν παντελῶς ὄντα, φρονήματος δὲ γέμοντα καὶ διάφορον ἀνδρείᾳ. οὗτος δὲ πάντα τὸν τῶν ἀνοχῶν χρόνον διετέλεσε διατάσσων καὶ γυμνάζων τὴν δύναμιν, διὰ δὲ τῆς τῶν ἔργων ἀϑλήσεως καὶ τῆς τῶν λόγων παρακλήσεως καὶ γυμνασίας ἐν τοῖς ὅπλοις εὐπειϑῆ καὶ δυνατὴν ἐποίησε τὴν στρατιάν. ὡς δ᾽ ὁ τῆς ὁμολογίας διῆλϑε χρόνος, ἀμφότεροι τὰς δυνάμεις ἐκτάξαντες συγκατέβησαν προϑύμως ἐπὶ τὴν μάχην. γενομένης δὲ παρατάξεως ἰσχυρᾶς περὶ τὸ καλούμενον Κρόνιον, τὸ δαιμόνιον ἐναλλὰξ τῇ νίκῃ τὴν ἧτταν τῶν Καρχηδονίων διωρϑώσατο· οἱ μὲν γὰρ προνενικηκότες διὰ τὴν προγεγενημένην εὐημερίαν μεγαλαυχοῦντες παραδόξως ἐσφάλησαν, οἱ δὲ διὰ τὴν ἧτταν πεπτωκότες ταῖς ἐλπίσιν, ἀπροσδόκητον καὶ μεγάλην εὐημερίαν ἀπηνέγκαντο. Λεπτίνης μὲν γὰρ ἐπὶ ϑατέρου κέρως τεταγμένος καὶ διαφέρων ἀνδρείᾳ, μαχόμενος ἡρωικῶς καὶ πολλοὺς ἀνελὼν τῶν Καρχηδονίων ἐπιφανῶς κατέστρεψε τὸν βίον· τούτου δὲ πεσόντος οἱ Φοίνικες ϑαρρήσαν-
Note a pie di pagina
1 2 ποιῆσθαι P; ποιεῖσθαι fort.
2 8 δὲ γέμοντα] δ᾽ εὐγενοῦς ὄντα o; δ᾽ εὐγενοῦς πλήρη Dind., δ᾽ εὐγενοῦς γέμοντα Hert. (XI 86, 4)
3 12 παρακλήσεως καὶ δυνατὴν ἐν τοῖς ὅπλοις καὶ εὐπειϑῆ ἐποίησε Madvig