Textus Originalis
382 DIODOR. XV 17. 18.
τες καὶ βιασάμενοι τοὺς ἀντιτεταγμένους ἐτρέψαντο. Διονύσιος δὲ τὸ μὲν πρῶτον ἔχων ἐπιλέκτους τοὺς συντεταγμένους προετέρει τῶν ἀντιτεταγμένων· ὡς δ᾽ ὁ τοῦ Λεπτίνου ϑάνατος ἐγνώσϑη καὶ τὸ ἕτερον κέρας συνετέτριπτο, κατεπλάγησαν οἱ τοῦ Διονυσίου καὶ πρὸς φυγὴν ὥρμησαν. τροπῆς δὲ παντελοῦς γενομένης, οἱ μὲν Καρχηδόνιοι φιλοτιμότερον καταδιώξαντες παρήγγελλον ἀλλήλοις μηδένα ζωγρεῖν· διὸ καὶ πάντων τῶν περικαταλαμβανομένων ἀναιρουμένων πᾶς ὁ πλησίον τόπος νεκρῶν ἐπληρώϑη. τοσοῦτος δ᾽ ἐγένετο φόνος, μνησικακούντων τῶν Φοινίκων, ὥστε τοὺς ἀναιρεϑέντας εὑρεϑῆναι τῶν Σικελιωτῶν πλείους τῶν μυρίων καὶ τετρακισχιλίων. οἱ δὲ περιλειφϑέντες καταφυγόντες εἰς τὴν παρεμβολὴν τῆς νυχτὸς ἐπιγενομένης διεσώϑησαν. οἱ δὲ Καρχηδόνιοι μεγάλῃ παρατάξει νικήσαντες ἀνεχώρησαν εἰς Πάνορμον. ἀνϑρωπίνως δὲ τὴν εὐημερίαν ἐνεγκόντες ἀπέστειλαν πρεσβευτάς, δόντες ἐξουσίαν τῷ Διονυσίῳ καταλύσασϑαι τὸν πόλεμον. ἀσμένως δὲ τοῦ τυράννου προσδεξαμένου τοὺς λόγους ἐγένοντο διαλύσεις, ὥστ᾽ ἔχειν ἀμφοτέρους ὧν πρότερον ὑπῆρχον κύριοι· ἐξαίρετον δ᾽ ἔλαβον οἱ Καρχηδόνιοι τὴν τῶν Σελινουντίων πόλιν τε καὶ χώραν καὶ τῆς Ἀκραγαντίνης μέχρι τοῦ Ἁλύκου καλουμένου ποταμοῦ. ἔτισε δὲ Διονύσιος τοῖς Καρχηδονίοις τάλαντα χίλια. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
Note a pie di pagina
1 3 προσετέρει P
2 5 συνετέτριπτο P, συνετέτραπτο v; corr. Reiske
3 9 τῶν om. P
4 12 ἀναιρεϑέντας εὑρεϑῆναι Wess., εὑρεθέντας ἀναιρεϑῆναι o —
5 25 αλυκοῦ P ἔκτισε P
6 26 χίλια om. P
7 27 κατὰ PA, κατὰ τὴν c