Textus Originalis

Ol. 99, 2 : 383 a. Chr. 383

Ol. 99, 2 : 383 a. Chr. 383

Κατὰ δὲ τὴν Ἀσίαν Γλῶς ὁ ναυαρχήσας τῶν Περσῶν ἐν τῷ Κυπριακῷ πολέμῳ, ἀποστάτης ὢν τοῦ βασιλέως καὶ τούς τε Λακεδαιμονίους καὶ τὸν Αἰγυπτίων βασιλέα παρακεκληκὼς εἰς τὸν πρὸς Πέρσας πόλεμον, δολοφονηϑεὶς ὑπό τινῶν οὐ συνετέλεσε τὴν προαίρεσιν. μετὰ δὲ τὴν τούτου τελευτὴν Ταχὼς διαδεξάμενος τὰς τούτου πράξεις συνεστήσατο περὶ αὑτὸν δύναμιν, καὶ πόλιν ἔκτισε πλησίον τῆς ϑαλάσσης ἐπί τινος κρημνοῦ τὴν ὀνομαζομένην Λεύκην, ἔχουσαν ἱερὸν ἅγιον Ἀπόλλωνος. μετ᾽ ὀλίγον δὲ χρόνον αὐτοῦ τελευτήσαντος ἠμφισβήτησαν τῆς πόλεως ταύτης Κλαζομένιοι καὶ Κυμαῖοι. τὸ μὲν οὖν πρῶτον ἐπεχείρησαν αἱ πόλεις πολέμῳ διακρίνεσϑαι, μετὰ δὲ ταῦτα εἰπόντος τινὸς ἐρωτῆσαι τὸν ϑεόν, ποτέραν τῶν πόλεων κρίνει κυρίαν εἶναι δεῖν τῆς Λεύκης, ἔκρινεν ἡ Πυϑία ταύτην ὑπάρχειν, ἥτις ἂν πρώτη ϑύσῃ ἐν τῇ Λεύκῃ· ὁρμηϑῆναι δὲ ἐκ τῆς ἰδίας πόλεως ἅμ᾽ ἡλίῳ ἀνιόντι κατὰ τὴν ἡμέραν, ἣν ἀμφότεροι συμφώνως ὑποστήσονται. ταχϑείσης δὲ τῆς ἡμέρας, οἱ μὲν Κυμαῖοι ὑπελάμβανον ἑαυτοὺς πλεονεκτεῖν διὰ τὸ τὴν αὑτῶν πόλιν ἐγγυτέρω κεῖσϑαι, οἱ δὲ Κλαζομένιοι, διάστημα πλέον ἀπέχοντες, τεχνάζονταί τι τοιοῦτο πρὸς τὴν νίκην· κληρώσαντες ἐξ ἑαυτῶν ἀποίκους ἔκτισαν πλησίον τῆς Λεύκης πόλιν, ἐξ ἧς ὁρμηϑέντες ἅμ᾽ ἡλίῳ ἀνατέλλοντι ἔφϑασαν τοὺς Κυμαίους τὴν

Note a pie di pagina

1 1 Γαῶς P, Γαὼς v

2 2 ἀποστάτης ὢν o, ἀποστατήσων Dind.

3 8 αὐτὸν P

4 20 μὲν] μὲν οὖν P

5 21 πλεονεκτεῖν] πολεμεῖν PA, προλέγειν c; προέχειν Wess., προτερήσειν Reiske

6 21 αὐτῶν o

7 22 κεῖσθαι om. P