Textus Originalis

384 DIODOR. XV 18—20.

384 DIODOR. XV 18—20.

ϑυσίαν ἐπιτελέσαντες. τούτῳ δὲ τῷ φιλοτεχνήματι γενόμενοι κύριοι τῆς Λεύκης, ἐπώνυμον ἑορτὴν ἄγειν κατ᾽ ἐνιαυτὸν ἐνεστήσαντο, τὴν πανήγυριν ὀνομάσαντες προφϑάσειαν. τούτων δὲ πραχϑέντων αἱ μὲν κατὰ τὴν Ἀσίαν ἐπαναστάσεις αὐτομάτως κατελύϑησαν. Λακεδαιμόνιοι δὲ μετὰ τὸν τοῦ Γλῶ καὶ τοῦ Ταχῶ ϑάνατον τὰς μὲν κατὰ τὴν Ἀσίαν πράξεις ἀπέγνωσαν, τὰ δὲ κατὰ τὴν Ἑλλάδα συσκευαζόμενοι, καὶ τῶν πόλεων ἃς μὲν πειϑοῖ προσαγόμενοι, ἃς δὲ διὰ τῆς τῶν φυγάδων καϑόδου βίᾳ χειρούμενοι, φανερῶς ἤδη τὴν ἡγεμονίαν τῆς Ἑλλάδος εἰς ἑαυτοὺς μεϑίστασαν παρὰ τὰς κοινὰς συνϑήκας τὰς ἐπ᾽ Ἀνταλκίδου γενομένας συνεπιλαβομένου τοῦ Περσῶν βασιλέως. κατὰ δὲ τὴν Μακεδονίαν Ἀμύντου τοῦ βασιλέως ἡττηϑέντος ὑπὸ Ἰλλυριῶν καὶ τὰ κατὰ τὴν ἀρχὴν ἀπογνόντος, πρὸς δὲ τούτοις τῷ δήμῳ τῶν Ὀλυνϑίων δωρησαμένου πολλὴν τῆς ὁμόρου χώρας διὰ τὴν ἀπόγνωσιν τῆς ἑαυτοῦ δυναστείας, τὸ μὲν πρῶτον ὁ δῆμος ὁ τῶν Ὀλυνϑίων τὰς προσόδους ἐλάμβανε τὰς ἐκ τῆς δοϑείσης χώρας, μετὰ δὲ ταῦτ᾽ ἀνελπίστως τοῦ βασιλέως ἀναλαβόντος ἑαυτὸν καὶ τὴν ὅλην ἀρχὴν ἀνακτησαμένου οἱ μὲν Ὀλύνϑιοι τὴν χώραν ἀπαιτηϑέντες οὐχ οἷοι ἦσαν ἀποδιδόναι. διόπερ Ἀμύντας ἰδίαν τε δύναμιν συνεστήσατο καὶ τοὺς Λακεδαιμονίους ποιησάμενος

Note a pie di pagina

1 3 ἐπεστήσαντο o, corr. Reiske

2 4 προφϑασίαν v, προφϑάσια Reiske

3 5 αἱ om. PA

4 7 Γαῶ P, Γαχὼ v Ταχὼ P

5 9 συσκευαζόμενοι Unger, σκευασάμενοι o; συσκευασάμενοι Wess.

6 13 μεϑιστᾶσιν P, -ᾶσι v, corr. Dind.

7 17 δὲ] δὴ PA

8 24 οἷοί τ᾽ ἦσαν Steph.