Textus Originalis

Ol. 99, 3 : 382 a. Chr. 385

Ol. 99, 3 : 382 a. Chr. 385

συμμάχους ἔπεισεν ἐξαποστεῖλαι στρατηγὸν καὶ δύναμιν ἀξιόλογον ἐπὶ τοὺς Ὀλυνϑίους. οἱ δὲ Λακεδαιμόνιοι κρίναντες ἀντέχεσϑαι τῶν ἐπὶ Θρᾴκης τόπων, κατέλεξαν στρατιώτας ἔκ τε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τοὺς ἅπαντας ὑπὲρ μυρίους. παραδόντες δὲ τὴν δύναμιν Φοιβίδᾳ τῷ Σπαρτιάτῃ προσέταξαν συμμαχεῖν τῷ Ἀμύντᾳ καὶ μετ᾽ ἐκείνου πολεμῆσαι τοὺς Ὀλυνϑίους. ἑτέραν δὲ δύναμιν ἐπὶ Φλιουντίους ἐκπέμψαντες καὶ μάχῃ νικήσαντες ἠνάγκασαν ὑποταγῆναι τοὺς Φλιουντίους τοῖς Λακεδαιμονίοις. κατὰ δὲ τοῦτον τὸν χρόνον οἱ βασιλεῖς τῶν Λακεδαιμονίων διεφέροντο πρὸς ἀλλήλους ταῖς αἱρέσεσιν· Ἀγησίπολις μὲν γάρ, εἰρηνικὸς ὢν καὶ δίκαιος, ἔτι δὲ καὶ συνέσει διαφέρων, ἔφη δεῖν ἐμμένειν τοῖς ὅρκοις καὶ παρὰ τὰς κοινὰς συνϑήκας μὴ καταδουλοῦσϑαι τοὺς Ἕλληνας· ἀδοξεῖν γὰρ ἀπεφήνατο τὴν Σπάρτην τοῖς μὲν Πέρσαις ἐκδότους πεποιημένην τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας, αὐτὴν δὲ συσκευαζομένην τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, ἐν ταῖς κοιναῖς συνϑήκαις ὀμόσασαν τηρήσειν αὐτονόμους. ὁ δ᾽ Ἀγησίλαος, ὢν φύσει δραστικός, φιλοπόλεμος ἦν καὶ τῆς τῶν Ἑλλήνων δυναστείας ἀντείχετο. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησιν Εὐάνδρου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Κόιν-

Note a pie di pagina

1 6 πολεμήσοντα cf. p. 385, 3] διαπολεμήσοντα c τοὺς Ὀλυνϑίους] τοὺς Ὀ. πόλεμον P, τοὺς Ὀ. πολέμους AF, τοὺς πρὸς Ὀ. πολέμους K, τοὺς πρὸς τοὺς Ὀ. πολέμους L, τὸν πρὸς Ὀ. πόλεμον Steph. cf. XI 20, 2

2 16 καταστήσας P

3 17 Εὐδαμίδου] Φοιβίδου PA

4 19 τὴν τῶν Ὀ. — λείας una cum ἐμέρισε τοῖς στρατιώταις, quae tria verba iam suo loco exarata erant, inter πρῶτον et ἱσορρόπου (v. 23) posuit P

5 9 Φειουντίους P, Φαιουντίους c

6 10 Φαιουντίους o

7 19 πόλεις] ἃς add. Rhod.

8 20 συνϑήκαις Wess. συνϑήκαις μὴ καταδουλοῦσϑαι o (ex v. 15) ὀμόσασαν Scaliger et Reiske, ὀμόσασιν o

9 22 δυναστείας Reiske (c. 5, 1), δυνάμεως o; ἡγεμονίας Dind. —

10 24 Ἀϑήνησιν Εὐάνδρου Meursius, Ἀϑήνησι μὲν Εὐάνδρου P, Ἀϑήνησι Μενάνδρου v