Textus Originalis

386 DIODOR. XV 20. 21.

386 DIODOR. XV 20. 21.

τον Σουλπίκιον, Γάιον Φάβιον, Κόιντον Σερουίλιον, Πόπλιον Κορνήλιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι κατελάβοντο τὴν Καδμείαν ἐν ταῖς Θήβαις διά τινας τοιαύτας αἰτίας. ὁρῶντες τὴν Βοιωτίαν ἔχουσαν πόλεών τε πλῆϑος καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας ὑπάρχοντας ἀνδρείᾳ διαφόρους, ἔτι δὲ τὰς Θήβας ἐχούσας παλαιὸν ἀξίωμα καὶ τὸ σύνολον ὥσπερ ἀκρόπολίν τινα τῆς Βοιωτίας οὖσαν, εὐλαβοῦντο μήποτε καιροῦ παραφανέντος οἰκείου τῆς ἡγεμονίας ἀντιποιήσηται· διόπερ τοῖς ἡγεμόσιν οἱ Σπαρτιᾶται παρήγγελλον ἐν ἀπορρήτοις, ἵν᾽ ἐάν ποτὲ καιρὸν λάβωσι, καταλάβωνται τὴν Καδμείαν. τοιαύτης δὲ γενομένης παραγγελίας, Φοιβίδας ὁ Σπαρτιάτης, τεταγμένος ἐπί τινος ἡγεμονίας καὶ δύναμιν ἄγων ἐπὶ Ὀλυνϑίους, κατελάβετο τὴν Καδμείαν. ἀγανακτούντων δὲ τῶν Θηβαίων καὶ μεϑ' ὅπλων συνδραμόντων, συνάψας μάχην αὐτοῖς καὶ νικήσας τριακοσίους μὲν τοὺς ἐπιφανεστάτους τῶν Θηβαίων ἐφυγάδευσε, τοὺς δὲ λοιποὺς καταπληξάμενος καὶ φρουρὰν ἰσχυρὰν ἐγκαταστησάμενος, ἐπὶ τὰς ἰδίας πράξεις ἀπηλλάγη. οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρᾶξιν ταύτην ἀδοξοῦντες παρὰ τοῖς Ἕλλησι, τὸν μὲν Φοιβίδαν ἐζημίωσαν χρήμασι, τὴν δὲ φρουρὰν οὐκ ἐξῆγον ἐκ τῶν Θηβῶν· οἱ μὲν οὖν Θηβαῖοι τοῦτον τὸν τρόπον τὴν αὐτονομίαν ἀποβαλόντες ἠναγκάσϑησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις· τῶν

Note a pie di pagina

1 1 Σουλπίκιον o-PA κόϊντον σερουΐλιον πόπλιον κορνήλιον P, Σερουίλιον Κορνήλιον A, Σερουίλιον Κορνήλιον Πόπλιον Οὔγωνα Σέξστον Ἄνιον καὶ Γάιον Μάρκον c (e XIV 110, 1)

2 3 καδμίαν P (et infra) Θήβαις] στήλαις P

3 14 ἐπὶ τῆς ἡγεμονίας καὶ τὴν δύναμιν exspectas