Textus Originalis

Ol. 99, 3 : 382 a. Chr. 387

Ol. 99, 3 : 382 a. Chr. 387

δ᾽ Ὀλυνϑίων διαπολεμούντων πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα, Λακεδαιμόνιοι τὸν μὲν Φοιβίδαν ἀπέστησαν τῆς ἡγεμονίας, Εὐδαμίδαν δὲ τὸν ἀδελφὸν τοῦ Φοιβίδα κατέστησαν στρατηγόν. δόντες δ᾽ αὐτῷ τρισχιλίους ὁπλίτας ἐξαπέστειλαν πολεμήσοντα τοὺς Ὀλυνϑίους [πόλεμον]. οὗτος δ᾽ ἐμβαλὼν εἰς τὴν χώραν τῶν Ὀλυνϑίων κοινῇ μετ᾽ Ἀμύντου διεπολέμει πρὸς Ὀλυνϑίους. οἱ μὲν Ὀλύνϑιοι δύναμιν ἀξιόλογον ἠϑροικότες ἐπλεονέκτουν ἐν ταῖς μάχαις, στρατιώτας πλείους ἔχοντες τῶν πολεμίων· οἱ δὲ Λακεδαιμόνιοι δύναμιν ἀξιόλογον προχειρισάμενοι κατέστησαν στρατηγὸν ἐπ᾽ αὐτῆς Τελευτίαν. οὗτος δ᾽ ἦν ἀδελφὸς μὲν Ἀγησιλάου τοῦ βασιλέως, ϑαυμαζόμενος δ᾽ ἐπ’ ἀρετῇ παρὰ τοῖς πολίταις. ἀναξεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς Ὀλυνϑίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας. γενόμενος δὲ ἀξιόμαχος τὸ μὲν πρῶτον τὴν τῶν Ὀλυνϑίων χώραν ἐδήωσε, καὶ συναγαγὼν πλῆϑος λείας ἐμέρισε τοῖς στρατιώταις. τῶν δὲ Ὀλυνϑίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων συνῆψε μάχην. καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσϑησαν· μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε

Note a pie di pagina

1 6 πολεμήσοντα cf. p. 385, 3] διαπολεμήσοντα o τοὺς Ὀλυνϑίους] τοὺς Ὀ. πόλεμον P, τοὺς Ὀ. πολέμους AF, τοὺς πρὸς Ὀ. πολέμους K, τοὺς πρὸς τοὺς Ὀ. πολέμους L, τὸν πρὸς Ὀ. πόλεμον Steph. cf. XI 20, 2

2 16 καταστήσας P

3 17 Εὐδαμίδου] Φοιβίδου PA

4 19 τὴν τῶν Ὀ. — λείας una cum ἐμέρισε τοῖς στρατιώταις, quae tria verba iam suo loco exarata erant, inter πρῶτον et ἱσορρόπου (v. 23) posuit P