Textus Originalis

388 DIODOR. XV 21—23.

388 DIODOR. XV 21—23.

ὁ Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέϑησαν πλείους τῶν χιλίων καὶ διακοσίων. τηλικαύτης δ᾽ εὐημερίας γενομένης τοῖς Ὀλυνϑίοις, οἱ μὲν Λακεδαιμόνιοι βουλόμενοι διορϑώσασϑαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ Ὀλύνϑιοι νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας καὶ τὸν πόλεμον ἔσεσϑαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Δημοφίλου Ῥωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν Πόπλιον Κορνήλιον, Λεύκιον Οὐεργίνιον, Λεύκιον Παπίριον, Μάρκον Φούριον, Οὐαλέριον, Αὖλον Μάλλιον, Λεύκιον καὶ Ποστούμιον. ἐπὶ δὲ τούτων Μακεδαιμόνιοι μὲν στρατηγὸν προχειρισάμενοι Ἀγησίπολιν τὸν βασιλέα, καὶ δύναμιν ἱκανὴν παραδόντες, ἐψηφίσαντο πρὸς Ὀλυνϑίους πολεμεῖν. οὗτος δὲ καταντήσας εἰς τὴν τῶν Ὀλυνϑίων χώραν καὶ παραλαβὼν τοὺς προϋπάρχοντας ἐν τῇ παρεμβολῇ στρατιώτας διεπολέμει πρὸς τοὺς ἐγχωρίους. οἱ δ᾽ Ὀλύνϑιοι μεγάλην μὲν μάχην οὐδεμίαν κατὰ τοῦτον τὸν ἐνιαυτὸν συνεστήσαντο, ἀκροβολισμοὺς δὲ καὶ βραχείας συμπλοκὰς ποιούμενοι διετέλεσαν, καταπεπληγμένοι τὴν μετὰ τοῦ βασιλέως δύναμιν. Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυϑότος Ἀϑή-

Note a pie di pagina

1 8 πολυχρόνιον Wess., πολὺν χρόνον o

2 13 Λεύκιον om. A

3 14 φρούριον οὐαλλέριον FA Μάρκον — Οὐαλέριον et Λεύκιον — Ποστούμιον om. A —

4 15 ποστόμιον P; Κόιντον add. c-A (Liv. VI 1)

5 18 πολεμεῖν Unger, πόλεμον o